1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

60

ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή σουσι τὴν γῆν·» καὶ τἄλλα τὰ τούτοις ἑπόμενα, ῥᾴ διον τῷ βουλομένῳ τὰς θείας ἀναπτύξαντι Βίβλους καταμαθεῖν. Εὐρήσει γὰρ ταῦτα καὶ ἐν τῇ τῶν τα λάντων διανομῇ, καὶ ἐν τῇ τῶν δέκα παρθένων παρα βολῇ, καὶ ἐν τῇ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων τροπικῇ διαιρέσει, καὶ ἐν τῷ σπόρῳ τῷ τὰ ζιζάνια δεξαμένῳ, καὶ ἐν τῇ σαγήνῃ, ἣν καθῆκαν μὲν οἱ χα λάσαντες εἰς τὸ πέλαγος, ἀορίστως δὲ τοὺς ἰχθύας θηρεύσαντες, οὕτω λοιπὸν ἀρίστην δὴ τὴν διαίρεσιν ἐποιήσατο. Μυρία δὲ τοιαῦτα καὶ ἐν τοῖς ἀποστολικοῖς διδάγμασιν ἔστιν εὑρεῖν. Ταῦτα τοίνυν τοῖς φιλομαθέσι καταλιπὼν ἐρευνᾷν, ὡς μῆκος ἄπει 83.724 ρον ἐμποιοῦντα τῷ λόγῳ, ἐπὶ τὰ συνεχῆ βαδιοῦμαι τοῦ λόγου. Ἄλλως τε δὲ περιττὸν, καὶ λίαν παρέλ κον, τῶν τῆς ἀρετῆς ἀντιδόσεων ἀπὸ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιήσασθαι. Οἵ τε γὰρ πιστεύοντες προνοεῖν τῶν ἀνθρώπων τὸν τῶν ὅλων Θεὸν, τῶν ἡμετέρων οὐ προσδέονται λόγων, ἀλλ' ἀρκοῦνται τοῖς τῆς πίστεως ὀφθαλμοῖς, καὶ τῇ τῶν θεοπνεύστων λο γίων διδασκαλίᾳ· οἵ τε μηδέπω πεπιστευκότες, ἀλλὰ τῷ τῆς ἀπιστίας κατεχόμενοι ζόφῳ, καὶ τὴν κατὰ τοῦ Πεποιηκότος ἀχαριστίαν νενοσηκότες, τῶν τῆς θείας Γραφῆς ἐπαΐειν οὐκ ἀνέχονται λογίων. ∆ιὰ τοῦτο, τὰς ἐκεῖθεν ἀποδείξεις ἐπὶ τοῦ παρόντος καταλιπόντες τοῖς φυσικοῖς αὐτοὺς διελέγξωμεν συλλογισμοῖς. Πυθώμεθα τοίνυν αὐτῶν, τὴν σωφροσύνην, καὶ δι καιοσύνην, καὶ τἄλλα τῆς ἀρετῆς μόρια, πότερον ἀγαθὰ νομίζουσιν εἶναι, καὶ ἀγαθῶν αἴτια, ἢ τῇ κα κίᾳ συγκαταλέγουσιν; Ἀλλὰ τοῦτο οὐδ' αὐτὸς εἰπεῖν ὁ τῆς κακίας πατὴρ ἀνάσχοιτ' ἂν πώποτε. Πῶς γὰρ ὅ τε τοῖς τούτων ἐργάταις ὡς ἐναντίοις ὁσημέ ραι πολεμῶν, καὶ τὴν μὲν ἀκολασίαν τῇ σωφρο σύνῃ, τῇ δὲ δικαιοσύνῃ τὴν ἀδικίαν ἀντιτάττων ἀεί; Ἀνάγκη τοίνυν αὐτοὺς συνομολογεῖν τῷ διδασκάλῳ, καὶ μὴ πειραθῆναι νικᾷν ἐν κακίᾳ τὸν ταύτην γεγεννηκότα. Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδά σκαλον, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Πάλιν τοίνυν αὐτοὺς προσερωτήσωμεν· Εἰ τοίνυν καλὰ ταῦτα, καὶ καλῶν κάλλιστα, καὶ ἀγαθὰ, καὶ ἀγαθῶν ἄριστα, καὶ οὐδεὶς ἀντείποι ταῦθ' οὕτως ἔχειν μὴ σφόδρα παραπαίων, καὶ τὸ φρονεῖν ἀφῃρημένος, προσήκει δηλονότι τοὺς τούτων ἐραστὰς καλοὺς καὶ ἀγαθοὺς ὀνομάζεσθαι, καὶ καρπὸν ἔχειν, οὐ μόνον τῶν πόνων ἰσόῤῥοπον, ἀλλὰ καὶ πολλαπλάσιον. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον σπέρματα καταβάλλοντα πολλαπλάσια δρέπεσθαι τῶν πόνων τὰ ἐπίχειρα, καὶ τὸν φυτουργὸν ὡσαύτως δένδρα φυ τεύοντα, παραψυχὴν ἔχειν τῶν καρπῶν τὰς ὠδῖνας· τοὺς δὲ τῇ ἀρετῇ κομῶντας, καὶ ἀλσοκόμους τοῦ θείου τούτου παραδείσου γιγνομένους, καὶ πολὺν μὲν ἱδρῶτα, πολὺν δὲ πόνον εἰς τὴν τῶν φυτῶν τούτων εἰσφέροντας ἐπιμέλειαν, μόνους ἄκαρπον ἔχειν τὸν πόνον, καὶ ἀγέραστον τὸν ἱδρῶτα; Καὶ τοὺς μὲν σωμασκοῦντας καὶ φωνασκοῦντας, καὶ στεφάνων ἀπολαύειν, καὶ βραβεῖα λαμβάνειν, καὶ τοῖς παρὰ τῶν θεατῶν ταινιοῦσθαι κρότοις· τὴν δὲ ἀρετὴν ἀθλητικῆς καὶ πυκτικῆς ἀτιμοτέραν φανῆναι· καὶ μήτε θεατὰς ἔχειν, μήτε ἀγωνοθέτην, μήτε γέρας, μήτε βραβεῖον, μήτε στέφανον, τὸν μέγιστον τοῦτον ἀγῶνα; Καὶ τραγῳδίας μὲν καὶ κωμῳδίας ὑποκριταὶ, ἔχουσιν εἰς ὃ βλέποντες τὴν τέχνην μετίασι, καὶ τῇ τῶν στεφάνων ἐλπίδι τῶν πόνων ἀνέχονται· καὶ ἁρμάτων δὲ ἡνίοχοι κινδύνων κατατολμῶσι τὴν νίκην προσμένοντες, καὶ τὴν παρὰ τῶν θεατῶν ἀναμένοντες εὐφημίαν· προσδέχονται δὲ καὶ τὸν παρὰ τῶν ἱππο 83.725 τρόφων μισθόν. Καὶ ὁ κυβερνήτης τοὺς λιμένας περισκοπῶν, τῶν κυμάτων κατατολμᾷ, καὶ τῇ τοῦ κέρδους ἐπιθυμίᾳ ψυχαγωγούμενος, φέρει τῶν κατ αιγίδων τὰς προσβολάς. Καὶ ὁ σκυτοτόμος δὲ, καὶ ὁ χαλκοτύπος, καὶ ἅπας τέχνην τινὰ μεταχειριζόμε νος, τὸ τέλος τῶν πόνων προσδέχεται, καὶ τὴν τῆς ὠφελείας ἐλπίδα τῇ περὶ τὴν τέχνην ταλαιπωρίᾳ παραζευγνὺς, ἡδονὴν ἔχει τοῖς ἱδρῶσι