1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

71

δωρησάμενος, καὶ τάφους ἀνοίξας, καὶ πεπεδημένον καὶ δυσώδη νεκρὸν τρέχοντα δείξας, φεύγοντα μὲν τοῦ θανάτου τὰς χεῖρας, πρὸς δὲ τὸν καλέσαντα ∆ημιουργὸν ἐπειγόμενον, καὶ μήθ' ὑπὸ τῶν τοῦ θανάτου πυλῶν, μήθ' ὑπὸ τῶν δεσμῶν κατ εχόμενον. Ταῦτα καὶ μυρία ἕτερα ἐργασάμενος, βασκαίνεται μὲν ὑπὸ Ἰουδαίων, δέχεται δὲ τὴν ἐπι βουλὴν ἐθελοντὴς, τὴν ἐκ ταύτης ἐσομένην τοῖς ἀνθρώποις προορῶν σωτηρίαν. Καὶ ταῦτα ἄνωθεν διὰ τοῦ προφήτου, προὔλεγεν· «Ἐγὼ δὲ, φησὶν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, ἀλλὰ τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ταῦτα προειπὼν, ταῦτα παθὼν, τῷ σταυρῷ προσηλοῦται, οὐχ ἁμαρτημάτων δίκας τίνων (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), ἀλλὰ τῆς ἡμετέρας φύσεως ἐκτί νων τὸ χρέος. Ὤφειλε γὰρ αὕτη παραβεβηκυῖα τοῦ Πε ποιηκότος τοὺς νόμους. Ἐπειδὴ [δὲ] ὀφείλουσα ἐκτίνειν οὐκ ἴσχυσεν, αὐτὸς ὁ ∆εσπότης σοφῶς μηχανᾶται τὴν τοῦ ὀφλήματος ἔκτισιν, καὶ ταύτης οἷόν τινα κτήματα τὰ μέλη λαβὼν, καὶ ταῦτα σοφῶς καὶ δι καίως οἰκονομήσας, ἀποπληροῖ τὸ χρέος, καὶ τὴν φύσιν ἐλευθεροῖ. Καὶ τούτων μάρτυρες Ἡσαΐας καὶ Παῦλος, ὁ μὲν πρὸ τοῦ πάθους ταῦτα θεσπίσας, ὁ δὲ μετὰ τὴν ἔκβασιν ἑρμηνεύσας τὴν πρόῤῥησιν· τὸ αὐτὸ δὲ ἀμφοτέροις ἐφθέγξατο Πνεῦμα. Καὶ Ἡσαΐας μὲν πόῤῥωθεν βοᾷ· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν.» Ἀπὸ γὰρ τοῦ ὁρωμέ νου προσαγορεύει, ἐπειδὴ τὸ ὁρώμενον ἔπασχεν. «Οὗτος, φησὶ, τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ 83.756 ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ εἶναι, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώ σει.» Ὑπελάμβανον γὰρ αὐτὸν οἱ τῷ ξύλῳ προσηλω μένον ὁρῶντες, ὑπὲρ πλείστων ἁμαρτημάτων κολά ζεσθαι, καὶ δίκας τίνειν ὑπὲρ οἰκείων πλημμελη μάτων. ∆ιὸ καὶ μέσον αὐτὸν δύο κακούργων οἱ Ἰουδαῖοι προσήλωσαν, πονηρὰν αὐτῷ δόξαν κατασκευάσαι βουλόμενοι· ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προ φήτου διδάσκει, ὅτι αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρ τίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ σαφέστερον τοῦτο διὰ τῶν ἑξῆς ποιεῖ· «Παιδεία γὰρ, φησὶν, εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐ τοῦ ἡμεῖς ἰάθημεν.» Ἐχθροὶ γὰρ ὄντες Θεοῦ, ἅτε δὴ προσκεκρουκότες, παιδείαν καὶ τιμωρίαν ὠφείλομεν. Ἀλλὰ ταύτης ἡμεῖς μὲν οὐκ ἐπειράθημεν, αὐτὸς δὲ ταύτην ὑπέμεινεν ὁ Σωτὴρ ὁ ἡμέτερος· ὑπομείνας δὲ ταύτην, τὴν εἰρήνην ἡμῖν τὴν πρὸς Θεὸν ἐδωρήσατο. Σαφέστερον δὲ τοῦτο δηλοῖ τὰ ἑξῆς· «Πάντες γὰρ, φησὶν, ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὑτοῦ ἐπλανήθη. ∆ιὰ τοῦτο ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἔπρεπε γὰρ αὐτῷ, τῷ ὁμοίῳ θεραπεῦσαι τὸ ὅμοιον, καὶ διὰ τοῦ προβά του τὴν τῶν προβάτων ἀνακαλέσασθαι πλάνην. Γίνε ται δὲ πρόβατον, οὐκ εἰς πρόβατον μεταβληθεὶς, οὐδὲ τροπὴν ὑπομείνας, οὐδὲ τῆς οἰκείας οὐσίας ἐκστάς· ἀλλὰ τοῦ προβάτου τὴν φύσιν σαφῶς ἐνδυσάμενος, καὶ οἷον ὁ ἡγούμενος τῆς ποίμνης κριὸς, κτίλος τῆς ποίμνης γενόμενος, καὶ ἀκολουθεῖν αὐτῷ πάντα παρασκευάσας τὰ πρόβατα. Ὡς πρόβατον τοι γαροῦν καὶ ἱερεῖον ἐγένετο, καὶ ὑπὲρ παντὸς τοῦ γένους προσηνέχθη θυσία. Οὐχ ἁπλῶς δὲ ὁ προφήτης καὶ σφαγῆς ὁμοῦ καὶ κουρᾶς ἐμνημόνευσεν. Ἀλλ' ἐπειδὴ Θεὸς ἦν καὶ ἄνθρωπος, τοῦ δὲ σώματος σφαττομένου, ἀπαθὴς ἔμεινε ἡ θεία φύσις, ἀναγ καίως καὶ ὁ θεσπέσιος Ἡσαΐας, καὶ τοῦ προβάτου τὴν σφαγὴν, καὶ τοῦ ἀμνοῦ τὴν κουρὰν ἡμῖν ὑπ έδειξεν. Οὐ γὰρ μόνον, φησὶν, ἐσφάγη, ἀλλὰ καὶ ἀπ εκείρατο. Καὶ γὰρ κατὰ τὸ ἀνθρώπειον τὸν θά νατον ὑπέμεινεν· ὡς δὲ Θεὸς ζῶν καὶ ἀπαθὴς διαμένων, τὸν τοῦ σώματος πόκον τοῖς κείρουσιν ἔδωκεν. Οὕτως ὁ μακάριος Ἡσαΐας καὶ τὰ σωτήρια ἡμῖν ὑπέδειξε πάθη, καὶ τῶν παθῶν τὰς αἰ τίας ἐδίδαξε. Καὶ ὁ θειότατος δὲ Παῦλος ἄντικρυς βοᾷ· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς