1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

24

καλεῖ. Ἀλλὰ 83.621 γὰρ ἔοικα τοῖς ἐν πελάγει νηχομένοις, καὶ παντα χόθεν περικλυζομένοις τοῖς κύμασι, καὶ τὴν ἤπειρον καταλαβεῖν ἐπιθυμοῦσι, τοῦ πελάγους τῆς τῶν τε χνῶν σοφίας κατατολμήσας, φιλονεικῶν μὲν διαφυ γεῖν τῶν ἐπιόντων ἐνθυμημάτων οἷόν τινων κυμά των τὴν προσβολὴν, ἐπὶ δὲ τὸ τέλος δραμεῖν, καὶ ὡς ἀκτὴν θαλαττίαν καταλαβεῖν. Τὰς ἄλλας τοίνυν ἁπά σας καταλιπὼν, ἐπὶ τὴν γραμματικὴν βαδιοῦμαι τέχνην τῷ λόγῳ, ἣ τῶν ἄλλων ἐστὶ λογικωτέρα, καὶ ἐμπρέπουσα τῷ ζώῳ τῷ λογικῷ. Αὕτη τοίνυν ἐξεῦρε μὲν στοιχεῖα, καὶ ἀριθμῷ περιώρισε, συνέζευξε δὲ ταῦτα πρὸς ἄλληλα, καὶ συλλαβῶν συζυγίας εἰργάσατο· εἶτα δύο καὶ τρεῖς κατὰ ταυτὸν συνάψασα συλλαβὰς, τῶν ὀνομάτων ἐδίδαξε τὴν ἀνάγνωσιν· συνθεῖσα δὲ ταῦτα καὶ ἐξυφήνασα, μίαν τοῦ λόγου τὴν ἁρμονίαν εἰρ γάσατο. Ἐντεῦθεν βίβλοι μυρίαι λόγων ἀρχαίων ἐπλήσθησαν· αἱ μὲν, ἱερῶν καὶ θείων καὶ μυστικῶν, αἱ δὲ, τῆς ἔξωθεν παιδείας· ἣ ποικιλίᾳ μέτρων, καὶ ὀνομάτων κάλλει, καὶ συνθήκης ἁρμονίᾳ τὸ μυθῶδες συγκαλύπτουσα, τέρπει μὲν τὴν ἀκοὴν, ὅπλον δὲ τοῖς εὐσεβέσι κατὰ τῶν τῆς ἀσεβείας γίνεται τροφίμων. ∆ιὰ ταύτης τῆς ἐπιστήμης ἀπόντες ὁμιλοῦμεν ἀλλή λοις, καὶ οἱ πολλῶν ἡμερῶν ὁδὸν ἀφεστηκότες, καὶ πολλοὺς σταθμοὺς ἐν μέσῳ διατειχίζοντας ἔχοντες, πέμπομεν ἀλλήλοις διὰ χειρῶν τὰ τῆς ἐννοίας κυή ματα. Καὶ ἀργεῖ μὲν ἡ γλῶττα, τὸ πρῶτον ὄρ γανον τοῦ λόγου, ὑπουργεῖ δὲ τῷ λόγῳ ἡ δεξιὰ, καὶ μεταχειριζομένη τὸν κάλαμον, ἐγχαράττει τῷ χάρτῃ τὴν πρὸς τὸν φίλον διάλεξιν· καὶ γίνεται ὄχημα τοῦ λόγου, οὐκέτι γλῶττα καὶ στόμα, ἀλλὰ χεὶρ ἀσκήσασα τῷ χρόνῳ τὴν τέχνην, καὶ τῶν στοιχείων τὴν συνθήκην ἀκριβῶς ἐκμαθοῦσα. Τούτου χάριν ὁ Ποιητὴς τοιαύτας ἡμῖν ἐτεκτήνατο τὰς χεῖρας, εἰς πέντε δακτύλους διεσχισμένας, ἀντέταξε δὲ τοῖς τέ τρασι τὸν μέγαν. Οὔτε γὰρ οἷόν τε ἦν ἐν ἴσοις διακειμένοις δακτύλοις, παντοδαπὴν ἐνέργειαν ἐνερ γεῖσθαι. Νῦν δὲ τοῦ μεγάλου τοῖς ἄλλοις ἀντικειμέ νου, καὶ γραφίδα μάλα ῥᾳδίως κατέχομεν, καὶ σκα πάνην, καὶ δίκελλαν, πρίονά τε, καὶ σκέπαρνον, καὶ σφύραν, καὶ πυράγραν, καὶ πάντα ὅσα τέχνης ἐστὶν ὄργανα. Θεωρήσας τοιγαροῦν διὰ τοῦ λόγου, ὅσης περὶ τὴν δημιουργίαν τῆς προνοίας ἀπήλαυσας, ὁπόσας σοι τέχνας καὶ ἐπιστήμας οὐ μόνον εἰς τὸ ζῇν, ἀλλὰ καὶ εἰς τὸ εὖ ζῇν ἐδωρήσατο, πολλῇ φιλοτιμίᾳ περὶ τὴν σὴν χρησάμενος θεραπείαν, ὅσην σοι κεχάρισται φορὰν ἀγαθῶν, ὅπως θυμήρη σοι τὸν βίον ταῖς ἀπὸ τῶν τε χνῶν πραγματεύηται χρείαις, ὅτι σοι οὐ μόνον τὴν χρείαν, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας ἐπιῤῥεῖν παν ταχόθεν ἐμηχανήσατο, ἔκβαλε τὴν ἀχαριστίαν τῆς γλώττης, δίδαξον αὐτὴν εὐφημεῖν, ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν. Μάθε βοᾷν μετὰ τοῦ Προφήτου· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, 83.624 ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Εʹ. Ἀπόδειξις ἐκ τῆς τῶν ἀλόγων ζώων ὑποταγῆς. Ὅση τοῦ Ποιητοῦ τῶν ὅλων ἡ περὶ τὴν ἡμετέραν φύσιν κηδεμονία, ὑμεῖς μὲν ἴστε σαφῶς, ὦ φίλοι καὶ θιασῶται, καὶ τῆς τῶν λόγων διδασκαλίας οὐ δεῖσθε. Τὰς γὰρ πηγὰς τῶν εὐεργεσιῶν διηνεκῶς ἐκεῖθεν δεχόμενοι, εἰς δύναμιν τῷ χορηγῷ τὸν ὕμνον προσφέρετε. Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγη σίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δω ρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγά νουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τά χει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρω πείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην. Καὶ