1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

45

ἕκαστον κατορθοῦται, μὴ διαβάλ 83.681 λῃς διὰ τοὺς πόνους τὴν δουλείαν, ὦ φίλος· σκόπησον δὲ, ὡς καὶ πολλοὶ τῶν δεσποτῶν οὐκ ἔλαττον πονοῦσι τῶν οἰκετῶν, μᾶλλον δὲ καὶ πολλῷ πλείω, εἰ καὶ τοῖς ἔργοις τὰς φροντίδας συναριθμήσεις. Σὺ μὲν οὖν τῶν νῦν ὄντων τοὺς σπουδαίους θεώρησον, ἐγὼ δέ σοι τοὺς παλαιοὺς ὑποδείξω πλείω τῶν οἰκετῶν πεπονηκότας. Βλέπε τὸν μὲν μακάριον Νῶε, ξύλα τέμνοντα, καὶ ταῦτα τῷ σκεπάρνῳ καθαίροντά τε, καὶ πρὸς γωνίαν εὐθεῖαν ἐξομαλίζοντα, καὶ τὴν κι βωτὸν ὡς προσετάχθη ἐκ ξύλων τετραγώνων κατα σκευάζοντα, καὶ γόμφοις τὰς ἁρμονίας συνδέοντα, καὶ τούτῳ τῷ τρόπῳ πᾶσαν ὑφαίνοντα, καὶ τῇ ἀσφάλτῳ καὶ τῇ πίσσῃ καταχρίοντα, καὶ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίζοντα. Τὸν δὲ μέγαν Ἀβραὰμ τὸν πατριάρχην, τὸν ὀκτωκαίδεκα καὶ τριακοσίων οἰκογενῶν δεσπότην, αὐτουργοῦντα, καὶ τοῖς ξένοις διακονοῦντα, καὶ εἰς τὰ βουκόλια τρέχοντα, καὶ τὸ μοσχάριον ἕλκοντα, καὶ τὴν ὁμόζυγα πρὸς τὴν ἀρ τοποιίαν ἐπείγοντα· κἀκείνην δὲ ὡσαύτως μάττου σαν τὰ ἄλευρα, καὶ τοὺς ἐγκρυφίας ὀπτῶσαν, καὶ ταῖς θεραπαίναις τὴν διακονίαν οὐκ ἐπιτρέπουσαν· αὐτὸν δὲ τὸν θαυμαστὸν ἐκεῖνον πρεσβύτην παρ εστῶτα τοῖς ξένοις, καὶ τραπέζης μὲν οὐ κοινωνοῦντα, τὴν δὲ διακονίαν πληροῦντα. Βλέπε τὴν Ῥεβέκκαν, τὴν τοῦ Βαθουὴλ θυγατέρα, τοῦ Ναχὼρ τὴν ἔγγονον, ἡλικίαν μὲν ἔχουσαν γάμου, ὥρᾳ δὲ λάμπουσαν, καὶ θαλάμοις ἐμφιλοχωρεῖν οὐκ ἀνεχομένην, ἀλλ' αὐτουργοῦσαν καὶ ὑδροφοροῦσαν, καὶ εἰς τὴν πρὸ τῆς πόλεως πηγὴν διαθέουσαν· καὶ οὐ μόνον οἴκαδε τὸ ὕδωρ κομίζουσαν, ἀλλὰ καὶ τοῖς ἀφικνουμέ νοις τὴν αὐτουργίαν παρέχουσαν, καὶ ἀνιμωμένην τὸ ὕδωρ, καὶ αὐτοῖς τε καὶ ταῖς καμήλοις προσφέρου σαν, καὶ τῆς σωφροσύνης τὸ καλὸν κτῆμα σῶον διαφυλάττουσαν, καὶ τὴν παρθενίαν ἀκήρατον δια σώζουσαν, καὶ τοὺς πόνους μετὰ πάσης αἱρουμένην προθυμίας, καὶ τούτοις ὡραϊζομένην μᾶλλον, ἢ τῷ κάλλει λαμπρυνομένην. Ἐν τούτοις ὁ ταύτης υἱὸς, ἅτε δὴ ταύτης υἱὸς, ὁ μέγας Ἰακὼβ, εἴκοσι διετέλεσεν ἔτη, ποιμαίνων καὶ θηρίοις παλαίων, καὶ τῶν τῆς ἀκτῖνος λυπηρῶν ἀνεχόμενος, καὶ ὕπνου κόρον λαβεῖν οὐδὲ νύκτωρ δυνάμενος· καὶ τὰς τούτου δὲ γαμετὰς, δι' ἃς καὶ τῶν πόνων ἠνέσχετο, πρόβατα νεμούσας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν. Καὶ οἱ τούτου δὲ παῖ δες κτηνοτρόφοι τε ἦσαν, καὶ αὐτουργοὶ, καὶ ποιμέ νες, καὶ πολλαπλάσιον τῶν οἰκετῶν ὑπομένοντες πόνον. Καὶ ὁ θειότατος δὲ Μωϋσῆς τεσσαράκοντα ἔτη τοῦτον διετέλεσε βιοτεύων τὸν τρόπον. Καὶ ἡ τούτου δὲ γαμετὴ, ἱερέως οὖσα θυγάτηρ, πρόβατα νέμουσα, καὶ τῶν ἀδίκων ποιμένων διὰ τῆς τούτου βοηθείας ἀπαλλαγεῖσα, τὴν μνηστείαν ἐδέξατο. Ἀλλὰ γὰρ περιττὸν μηκύνειν τὸν λόγον, καὶ πάντας εἰς μέσον ἄγειν τῆς θείας Γραφῆς τοὺς μετὰ πόνων τοῦ βίου διαδραμόντας τὸν δίαυλον. Εἰ τοίνυν οὐκ οἰκετῶν μόνον, ἀλλὰ καὶ δεσποτῶν ἴδιον τὸ πονεῖν, τίνος χά ριν τῆς δουλείας διὰ τοὺς πόνους κατηγορεῖς; Τῶν 83.684 μὲν γὰρ πόνων οἱ δοῦλοι κοινωνοὺς ἔχουσι τοὺς δε σπότας, τῶν δὲ φροντίδων τοῖς δεσπόταις οὐ κοινω νοῦσιν. Εἰ δ' ὁ μὲν πόνος κοινὸς δούλων καὶ δεσποτῶν, ἡ δὲ φροντὶς ἰδία τῶν δεσποτῶν, πῶς οὐ μακαρίους κρίνομεν τοὺς τῶν φροντίδων ἀπηλλαγμένους, ἀλλὰ τοῖς ἀθλίοις ἐγκαταλέγομεν; Ἐπειδὴ τοίνυν ἄντικρυς ἐδείχθη κἀνταῦθα τοῦ τῶν ὅλων Κηδεμόνος ἡ πρόνοια, φέρε τῶν εἰρημένων ἕκαστον εἰς ἓν συναγαγόντες, ἀνακεφαλαιωσώμεθά τε, καὶ σαφεστέραν αὐτῶν τὴν κατανόησιν ποιησώμεθα. Ἀπεδείξαμεν τοίνυν, ὡς μίαν ἐξ ἀρχῆς ὁ Ποιητὴς ἐδημιούργησε φύσιν, καὶ ταύτην αὐτεξουσίας λόγῳ τετίμηκεν· εἶτα ὅτι εἰς οὐ δέον αὕτη τῷ αὐθαιρέτῳ τῆς γνώμης χρησαμένη ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον, εἰς μυρία τε πλημμελημάτων ἐξώκειλεν εἴδη. Ἔδει τοιγαροῦν νόμοις ἀναχαιτίσαι τῆς ἁμαρτίας τὴν ῥύμην, οἱ δὲ νόμοι τῶν τιθέντων ἐδέοντο. ∆ιῃρέθη τοί νυν ἀναγκαίως διχῆ τῶν ἀνθρώπων ἡ φύσις· καὶ οἱ μὲν ἄρχειν