1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

7

τῶν ἀναγκαίων τὴν χρείαν. Ἔαρος δὲ πάλιν ἀρχομένου, οἱ μὲν τῶν γηπόνων τέμνουσι τὰς ἀμπέλους, οἱ δὲ ἑτέρας φυτεύουσι, χαυνούμενα δὲ τῇ τοῦ ἀέρος θερ 83.573 μότητι τὰ κλήματα, πρὸς ὠδῖνας ἐπείγεται. Τοῦ δὲ θέρους ἀκμάζοντος, καὶ τοῦ ἡλίου σφόδρα τὸν ἀέρα θερμαίνοντος, ὁ μὲν σῖτος εἰς ἀμητὸν τὸν γηπόνον καλεῖ, περκῶσι δὲ σταφυλαὶ, βρίθουσι δὲ ἐλαῖαι τοῦ καρποῦ τρεφομένου, πεπαίνεται δὲ τῶν ὀπωρῶν τὰ γένη. Εἶτα τὸ μετόπωρον ἐπιγενόμενον, ταῦτα τελείως πέπονα τοῖς φυτουργοῖς παραδίδωσιν· οἱ δὲ τὴν συλ λογὴν ποιησάμενοι, πάλιν ἅπτονται τῶν σπερμάτων. Παῦσαι τοίνυν ἀχαριστῶν, καὶ τοῖς τῆς Προνοίας δώροις τὴν Πρόνοιαν διαβάλλειν ἐπιχειρῶν, καὶ τοῖς δοθεῖσιν ἀγαθοῖς τὸν τούτων δοτῆρα τοξεύων. Ἐν ἅπασι τοῖς εἰρημένοις τὴν τοῦ Θεοῦ κατάμαθε πρό νοιαν, ἰθύνουσάν σε καὶ κυβερνῶσαν, καὶ πάν των σοι τῶν ἀγαθῶν πραγματευομένην τὴν ἀφθο νίαν. Βλέπε καὶ τῶν ἀστέρων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τῶν σχημάτων τὴν ποικιλίαν, τὴν τέρψιν, τὴν χρείαν, τὴν χορείαν, τὰς ἐπιτολὰς, τὰς δύσεις· τούτους ὁ τῶν ὅλων ∆ημιουργὸς πεποίηκεν, οὐχ ἵνα μόνον τὸ ζοφῶδες τῆς νυκτὸς φωτίζωσι, καὶ ἐν ἀσελήνῳ νυκτὶ τοῦ φωτὸς τοῖς ἀνθρώποις τὴν χρείαν παρέχωσιν, ἀλλ' ἵνα καὶ ὁδίτην παραπέμπω σι, καὶ τοὺς πλέοντας ξεναγῶσιν. Εἰς γὰρ τούτους ἀφορῶντες οἱ ναυτιλλόμενοι, τὴν ἀτριβῆ τρίβον ὁδεύουσι, καὶ τῇ τούτων θέσει προσέχοντες, τὸ σκά φος ἰθύνουσι, καὶ πρὸς οὓς ἂν ἐθέλωσιν ἀπευθύνουσι λιμένας. Ἐπειδὴ γὰρ οὐ δέχεται τῶν ὑδάτων ἡ φύ σις ἵππων, καὶ ὄνων, καὶ ἡμιόνων, καὶ ὁδοιπόρων ἴχνη, καὶ ἁμαξῶν καὶ ὀχημάτων γραμμὰς, οἷς οἱ ὁδῖται προσέχοντες, ἀναμφιβόλως τὴν πορείαν ποιοῦνται, δέδωκε τῶν ὅλων ὁ ∆εσπότης τοῖς τὰ μα κρὰ πελάγη διαπερῶσιν, οἷον ἴχνη τινὰ τῶν θαλατ τίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν. Ὢ τῆς ἀῤῥή του φιλανθρωπίας! Ὢ τῆς ἀφράστου σοφίας! Τίς ἂν ἀξίως θαυμάσειε τῆς τοῦ Θεοῦ προνοίας τὸ ἀγαθὸν, τὸ δυνατὸν, τὸ ἐν ἀπόροις εὔπορον, τὸ ἐν ἀμηχάνοις εὐμήχανον, τὴν μεγαλουργίαν, τὴν εὐπορίαν; Ἀλη θῶς «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώ θη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν,» βοῶ κἀγώ. Εἰ δὲ ἐμοὶ πείθοιο, ταύτην σὺν ἐμοὶ καὶ σὺ τὴν φωνὴν ἀφήσεις, καὶ τὸν εὐεργέτην εἰς δύναμιν ὑμνήσεις, καὶ μυρίοις ἔργοις εὐεργετούμενος, λόγους εὐγνώ μονας ἀποδώσεις. Ἵνα δέ σε νῦν τοῦ βαδίζειν ἀρξά μενον, μὴ μακρὰν ὁδὸν ὁδεῦσαι παρασκευάσαντες, πόνον σοι προξενήσωμεν, ἐνταῦθά σε τέως διανα παύσομεν, καὶ τὴν ἐν οὐρανῷ, καὶ τοῖς κατ' οὐρα νὸν φωστῆρσι, πρόνοιαν τοῦ Θεοῦ φαινομένην θεωρεῖν καταλείψομεν. Εἰκὸς γάρ σε ποδηγηθέντα, καὶ καθ' ἑαυτὸν τὴν θεωρίαν αὐξῆσαι, καὶ τὰ συντομίας χά ριν ὑπὸ τοῦ λόγου καταλειφθέντα, ἐκ τῶν εἰρημένων εὑρεῖν, καὶ μετὰ τοῦ Προφήτου βοῆσαι· «Ὡς ἐμε γαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας.» Σοὶ δόξα, καὶ τιμὴ, καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν. 83.576 ΛΟΓΟΣ Βʹ. Ἀπόδειξις ἀπὸ ἀέρος, καὶ γῆς, καὶ θαλάττης, καὶ ποταμῶν, καὶ πηγῶν. Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος. Ἐναργῶς γὰρ καὶ οὗτοι,