1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

57

αὐτῶν τὰ μεμηνότα στόματα· ὅπως εἵλκυσεν εἰς θεωρίαν τοῦ θαύματος τὸν δυσσεβῆ βασιλέα· ὅπως αὐτὸν ἐδίδαξεν, ὡς ὁ τῶν Ἑβραίων Θεὸς πάντων ἐστὶ ποιητὴς καὶ ∆εσπότης· ὅπως τὴν τῶν εἰδώλων ἀπάτην διήλεγξε. ∆υνατὸν γὰρ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας κατα μαθεῖν, καὶ γνῶναι σαφῶς, ὡς δυνατὸν πονηροῖς δεσπόταις δουλεύοντας μηδεμίαν ἐκεῖθεν ἐκμάξασθαι πονηρίαν, ἀλλὰ τὴν ἄκραν τῆς ἀρετῆς καταλαβεῖν κορυφὴν, καὶ τούτους τῆς πλάνης ἐλευθεροῦν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν, καὶ πολλοῖς ἑτέροις προκεῖσθαι σωτηρίας ἀρχέτυπον. Μηδεὶς τοίνυν μήτε τῆς δουλείας κατηγορείτω, μήτε τὴν πονηρὰν δεσποτείαν νικᾷν τῶν δούλων τὴν ἀρετὴν νομιζέτω, ἀλλὰ πανταχόθεν τοῦ Θεοῦ τὴν προ μήθειαν ὁράτω. Ἀλλὰ γὰρ τυχὸν εἴποι τις ἄν· Τί δήποτε τοὺς παρανομίᾳ συνεζηκότας ὁ τῶν ὅλων Θεὸς τῷ Βαβυλωνίων παραδέδωκε βασιλεῖ, καὶ τοὺς δικαίους εἴασε δορυαλώτους γενέσθαι; Ποίας τοῦτο προνοίας ἔργον; ποίας ψήφου δικαίας; ποία δὲ οὐκ 83.716 ἔστιν ἐν τούτοις ἀταξία καὶ ἀκοσμία καὶ σύγχυσις; Ἀλλὰ ταῦτα λέγειν ἐπιχειροῦσιν οἱ τῆς θείας οἰκο νομίας τὴν ἄβυσσον ἀγνοοῦντες. Οἱ δὲ μεμυημένοι, καὶ τῶν θείων μυστηρίων γευσάμενοι, ἴσασι τούτων τὴν αἰτίαν καὶ ῥίζαν. Κήδεται γὰρ τῶν πλημμελούν των, καὶ παιδεύει ὁ φιλάνθρωπος, καὶ ἀτημέλητον οὐδένα ἀνθρώπων ἐθέλει καταλιμπάνειν. Οὗ χάριν καὶ πέμπων αἰχμαλώτους τοὺς παρανόμους, συν έπεμψεν αὐτοῖς οἷόν τινας παιδοτρίβας καὶ διδασκά λους τοὺς ἀρετῇ συζῶντας, ἵνα, καθάπερ τινὶ λύχνῳ φωταγωγούμενοι καὶ ποδηγούμενοι τῷ τούτων βίῳ καὶ λόγῳ, τὴν ἀπλανῆ τρίβον οὕτω πως ὁδεύωσιν. Ὅτι δὲ οὐ μόνον τοῖς ὁμοφύλοις σωτηρίας ἐγένετο πρόξενος ἡ τούτων αἰχμαλωσία, ἀλλὰ καὶ τοὺς ἀλλο φύλους ἐφώτισε τῷ τῆς θεογνωσίας φωτὶ, μάρτυς ἡ ἱστορία. Εἰ τοίνυν αὐτοὶ μὲν διὰ τῶν ἀγώνων δι έλαμψαν, καὶ περιφανεῖς ἐγένοντο, καὶ περίβλεπτοι, καὶ τοῖς ὀψιγόνοις ἀρχέτυπον ὠφελείας κατέλιπον, καὶ τοῖς συναιχμαλώτοις ὑπόθεσις σωτηρίας ἐγένοντο, καὶ τοὺς βαρβάρους ὤνησαν, ἀκραιφνῆ φυλάξαντες τὴν εὐσέβειαν, καὶ δι' ἐκείνης μεγάλα θαυματουρ γήσαντες θαύματα, τί τῆς Προνοίας κατηγορεῖς τοιαῦτα προμηθουμένης; Τί δ' οὐχὶ μᾶλλον ὑμνεῖς τὸν τῶν ψυχῶν Οἰκονόμον, καὶ τῆς κτίσεως Κυβερ νήτην, οὕτω σοφῶς ἅπαντα καὶ συμφερόντως ἰθύ ναντα; Ἐγὼ μὲν οὖν ἐκ τῶν θείων ὑπέδειξα λο γίων, ὡς δυνατὸν πονηρῷ δεσπότῃ δουλεύοντα, καὶ κακίαν φεύγειν, καὶ ἀρετὴν μετελθεῖν, καὶ τοῖς δεσπόταις πολλὰς προφάσεις παρασχεῖν ὠφε λείας. Σὺ δὲ τοὺς νῦν συνδουλεύοντας περισκόπησον, καὶ ὄψει πολλοὺς ἀκολάστοις μὲν δουλεύοντας, ἀκο λασίαν δὲ βδελυττομένους, καὶ σωφροσύνην τιμῶντας, καὶ οὐδεμίαν ἐκ τῶν δεσποτῶν κακίαν ἐκματτομέ νους, ἀλλ' ὧν ἀρτίως διεξεληλύθαμεν ἀνδρῶν μιμου μένους τὸν βίον. Καὶ ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν ὁρωμένων, καὶ τῆς ἡμετέρας φύσεως τὸ αὐτεξούσιον διδαχθεὶς, καὶ τῆς τοῦ Θεοῦ προνοίας τὴν σοφίαν καταμαθὼν, παλινῳδίαν ᾆσον, καὶ τὴν νῦν ἀνακρουο μένην ὑπὸ σοῦ βλασφημίαν εἰς ὑμνῳδίαν μετάβαλε, καὶ τὰ κρούματα τῆς γλώσσης τὰ νῦν κατὰ τοῦ Θεοῦ γιγνόμενα, ὑπὲρ Θεοῦ γιγνέσθω, καὶ τοῦ Ποιητοῦ τὴν πρόνοιαν ᾀδέτω, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Θʹ. Ὅτι οὐκ ἄκαρπος τῆς δικαιοσύνης ὁ πόνος, κἂν ἐν τῷ παρόντι βίῳ μὴ φαίνηται· καὶ περὶ ἀνα στάσεως, ἀπὸ φυσικῶν συλλογισμῶν. Εἰ τῆς ἀγαθῆς ἐκείνης παραινέσεως ἅπαντες ἤθε λον ἐπαΐειν, τῆς διαῤῥήδην βοώσης· «Ἰσχυρότε ρά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα, ἃ προσετάγη σοι ταῦτα διανοοῦ,» πολλῶν οὐκ ἂν ἐδεήθημεν λόγων, τὴν περὶ πάντα τοῦ 83.717 Θεοῦ προμήθειαν δεικνύναι βουλόμενοι. Λίαν γὰρ ἦν