1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

55

δυσώδη βόρβορον ἔχοντα, ὅτι λυπηρὰ λίαν καὶ ἀλγεινὰ προηγόρευσεν. Ἀβδε μέλεχ δέ τις οἰκέτης Αἰθίοψ ἐκτομίας, οὐ τῆς βασι λείας τὸν ὄγκον εἰς νοῦν λαβὼν, οὐ τὴν κρατοῦσαν ἀσέβειαν, οὐ τὴν κατὰ τοῦ προφήτου μανίαν, οὐ τῆς δουλείας τὴν συμφορὰν, ἐλέγχει μὲν τοῦ βασιλέως τὴν ἄδικον ψῆφον, κατηγορεῖ δὲ τῆς κατὰ τοῦ προ φήτου τολμηθείσης παρανομίας, καὶ τὸν τῶν γινο μένων ἔφορον ὑποδείκνυσι, καὶ τῇ δικαίᾳ τιμω ρίᾳ τὸν βασιλέα δεδίττεται. Καὶ γίνεται σύμβου λος τοῦ βασιλέως ὁ οἰκέτης, τοῦ ἀνδρὸς ὁ εὐνοῦ χος, τοῦ ἡμεδαποῦ ὁ ὀθνεῖος, τοῦ Ἰσραηλίτου ὁ Αἰ θίοψ, ὁ ἐκ τοῦ Χὰμ τοῦ ἐκ τοῦ Σὴμ τὸ γένος κατ άγοντος. Καὶ πείθει τοῖς εὐσεβέσι λόγοις τὸν βασιλέα, καὶ ἀνάγει τὸν προφήτην ἐκ τῆς πικρᾶς ἐκείνης καὶ ζοφώδους καὶ δυσώδους εἱρκτῆς, καὶ τὴν ἀναγκαίαν αὐτῷ χορηγεῖ τροφὴν πάντα τῆς πολιορκίας τὸν χρόνον. Καὶ λαμβάνει παρὰ τοῦ Θεοῦ μισθὸν τῆς εὐσεβείας, τὴν εὐλογίαν· καὶ τῆς πόλεως ἁλούσης, καὶ τῶν οἰκούντων τὰ βασίλεια κατασφαγέντων, οὗτος ἀπολαύει τῆς σωτηρίας κατὰ τὴν θείαν ὑπό σχεσιν. Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οὐ λυμαί νονται μόνον τοῖς ἀγαθοῖς οἰκέταις οἱ πονηροὶ δεσπό ται, ἀλλὰ καὶ πολλὴν ἐξ ἐκείνων ὠφέλειαν καρποῦν ται. Καὶ τοῦτο πάλιν καὶ ἑτέρωθεν ἔστι καταμαθεῖν. Ἐπειδὴ γὰρ ἀνάστατος ἡ πόλις ἐκείνη διὰ τὴν πολ λὴν παρανομίαν ἐγένετο, καὶ πολλοὺς μὲν ὁ λιμὸς ἐδαπάνησε, πολλοὺς δὲ ὁ πόλεμος θανάτῳ παρ έπεμψε, τοὺς δ' ὑπολοίπους εἰς Βαβυλῶνα δορυαλώ τους ὁ τῶν Χαλδαίων ἀπήγαγε βασιλεύς· εἶτα τοὺς ἐξ εὐγενῶν πεφυκότας, καὶ ὥρᾳ σώματος λάμπον τας, καὶ ἡλικίας ἀκμῇ νεανιευομένους ἀποκρίνας, ἔνδον ἐν τοῖς βασιλείοις διάγειν ἐκέλευσε, τὴν βασιλικὴν διακονίαν πληροῦντας. Πρότερον δὲ αὐτοὺς ἐκέλευσε τὴν ἐκ τῆς πολιορκίας καὶ τῆς ὁδοιπορίας ἀποδύσασθαι κακουχίαν, διαίτῃ λαμπρᾷ, καὶ σι τίοις καὶ ὄψοις ἐκ τῆς βασιλικῆς προσφερομέ νοις τραπέζης. Ἐνταῦθά μοι βλέπε τὴν τῶν θείων μειρακίων ἐκείνων εὐγένειαν· οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων. Ἀλλὰ παρακαλοῦσι μὲν τὸν κηδε μόνα σφῶν γεγενημένον, τὴν ἀπὸ σπερμάτων αὐτοῖς χορηγῆσαι τροφὴν, τὴν βασιλικὴν βδελυττό μενοι θοίνην, καὶ τὴν ποικίλην ἐκείνην μυσαττόμενοι 83.712 πανδαισίαν· ἑώρων γὰρ αὐτὴν τῇ τῶν εἰδώλων μιαι νομένην προσηγορίᾳ. Τοσοῦτον δὲ εἶχον θάρσος, καὶ περὶ τὸν πατρῷον Θεὸν ἀγάπην καὶ πίστιν, ὡς ὑπο σχέσθαι τῷ κηδεμόνι, τὴν ἀπὸ σπερμάτων τροφὴν λαμπροτέρους αὐτοὺς ἀποδείξειν τῶν βασιλικὰ σι τουμένων σιτία. Καὶ οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, ἀλλὰ τῆς πίστεως ἐδρέψαντο τοὺς καρπούς. Ἀπ εφάνθησαν γὰρ, ὡς ἐπηγγείλαντο, πάντων ὁμοῦ τῶν λαμπρῶς ἑστιωμένων εὐπαθέστεροί τε καὶ εὐτραφέ στεροι, καὶ ὥρᾳ πλείονι λάμποντες, καὶ ῥώμῃ κο σμούμενοι σώματος. Ἐπειδὴ δὲ, ὁ χρόνος ὁδεύων, καὶ εἰς ἄνδρας τελεῖν αὐτοὺς παρεσκεύασε, καὶ πεῖ ραν τῆς σφετέρας ἀρετῆς δεδωκότες, ἄρχειν ἔλαχον τῶν ἐγχωρίων οἱ δορυάλωτοι, τηνικαῦτα πάλιν ἕτε ρον αὐτοῖς ἀνοίγεται στάδιον. Ὁ γὰρ ἀλαζὼν ἐκεῖ νος, καὶ τῷ τύφῳ τῆς μανίας τὸν πατέρα μιμούμε νος, ἀνίστησι μὲν τὴν μεγίστην εἰκόνα ἐκείνην, τὴν ἐξ ὕλης καὶ χρυσοῦ κατεσκευασμένην, παρακελεύεται δὲ πάντας ὡς Θεὸν προσκυνεῖν τὴν εἰκόνα· τοῖς δὲ προσκυνεῖν οὐκ ἐθέλουσι προὔθηκε τιμωρίαν, τὴν κάμινον ἐκείνην, ἀπληστίᾳ τροφῆς ταύτην ἐπὶ πλεῖον αὐξήσας. Τότε τοίνυν πολλοὶ μὲν τῷ βασιλεῖ χαρι ζόμενοι, τὸ