1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

15

ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος. Τίς τῶν φιλοτίμων πώποτε, καὶ λίαν εὐπό ρων, οἰκίαν δειμάμενος, οὕτως ὁλκῶν ὑδραγωγῶν προμηθεῖται, καὶ κρουνοῖς ἀφθονίαν ἐπινοεῖ, καὶ κρήνας καὶ ληνοὺς εἰς τέρψιν παρασκευάζει, ὡς ὁ ∆ημιουργὸς τῶν ὅλων τὴν λογικὴν ταύτην οἰκίαν τε κτηνάμενος, τοσούτοις αὐτὴν καὶ τηλικούτοις περι εστοίχισεν ἀγγείοις χορηγοῦσι τὴν χρείαν; Τίς δὲ οὕτως ἀρχιτέκτων ὢν, ζεφύρου πνοαῖς καταπνεῖσθαι τὰς οἰκίας μηχανώμενος, εὐρύνει τὰς εἰσόδους τοῦ πνεύματος, ὡς ὁ ἀριστοτέχνης Θεὸς, καὶ τὸ καπνῶδες καὶ λιγνυῶδες ἐκ τοῦ σώματος ἐξιέναι πνεῦμα, καὶ τὸ καθαρὸν εἰσρεῖν καὶ διατρέχειν εἰς ἁπάσας τὰς ἀρτηρίας ἐμηχανήσατο; Τίς δὲ φυτουργῶν οὕτως ὀχετηγεῖ τῶν ὑδάτων τὴν φύσιν, καὶ ταῖς ῥίζαις τῶν φυτῶν τὴν ἀρδείαν προσφέρει, ὡς ὁ τὸ ζῶον τοῦτο φυτεύσας, καὶ τὴν κτίσιν ἅπασαν δημιουργή σας, ἀῤῥήτως ἐπιφέρει διὰ τῶν φλεβῶν τὴν ἀρδείαν τοῖς τοῦ σώματος μέλεσιν; Τῶν γὰρ ἀψύχων δένδρων οὐδὲν κατὰ τὴν τροφὴν οἱ ἄνθρωποι διαφέρομεν· ὁμοίως γὰρ ἐκείνοις ταύτης ὑπάρχομεν ἐνδεεῖς. Τό τε γὰρ δένδρον μὴ τρεφόμενον αὖον γίνεται καὶ ξηρὸν, καὶ ὁ ἄνθρωπος λιμῷ πιεζόμενος, ὡσαύτως πᾶν τὸ ὑγρὸν ἀποτίθεται, καὶ τῷ θανάτῳ παραπέμπεται. Καθάπερ τοίνυν τὰ δένδρα, ἢ τὸν ἐκ νεφῶν ὑετὸν, ἢ τὰ ἐκ ποταμῶν καὶ πηγῶν δεχόμενα νάματα, ἕλκει μὲν διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τρέφει δὲ τοὺς κλάδους, καὶ τὸν φλοιὸν, καὶ τὴν ἐντεριώνην, τίκτει τε φύλλα, καὶ ἄνθος φύει, καὶ πεπαίνει καρπούς· οὕτω τόδε τὸ ζῶον δέχεται μὲν ἐν τῷ στόματι τὴν τροφὴν, καὶ γίνεται τοῦτο πηγὴ, ὁλκὸν δὲ ὁ οἰσοφάγος μιμεῖται, ὃν στόμαχον ὀνομάζειν εἰώθα μεν· ἡ δὲ γαστὴρ, οἷόν τις ῥίζα, ταύτην ὑποδεχο μένη, καθάπερ τινὶ τῶν κλάδων ὑποβάθρᾳ, παρα πέμπει τῷ ἥπατι. Τὸ δὲ, οὐκ ἀνέχεται μόνον τῆς χρείας ἀπολαύειν, ἀλλὰ πᾶσι τοῖς μορίοις τοῦ σώμα 83.597 τος ταύτην διὰ τῶν φλεβῶν τὴν ἀρδείαν προσφέρει. Οὕτω τὸ σῶμα τρεφόμενον, ἐν μὲν τοῖς βρέφεσιν αὔξεται, καὶ μηκύνεται, καὶ εὐρύνεται, καὶ πρόσφο ρον κατὰ βραχὺ προσλαμβάνει τὸν ὄγκον· ὅταν δὲ εἰς τὸ ὡρισμένον ἀφίκηται μέτρον, τηνικαῦτα τῆς μὲν αὔξης παύεται, τρέφεται δὲ μόνον· οὕτως ὁ τῶν ἁπάντων Ποιητὴς τῆς ἡμετέρας φύσεως προμηθεῖται, καὶ οὐ διαπλάττει μόνον, ἀλλὰ καὶ διατρέφων διατε λεῖ, καὶ οὐ διατρέφει μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν κηδεμονίαν ποιεῖται. Ἀλλὰ γὰρ ἀπορῶ, πῶς ὑμνήσω τὸν Ποιητήν· νικᾷ γὰρ τὴν διάνοιαν τῆς περὶ ἡμᾶς προνοίας ἡ ποικιλία, παραχωρεῖ πᾶς λόγος τῇ τῆς δημιουργίας σοφίᾳ, οὐδεὶς ἐξικνεῖται διαγνῶναι τὴν τῶν σωμάτων κατασκευήν. Ἀπόχρη σοι καὶ τοῦτο μόνον εἰς ὑμνῳδίαν τοῦ κτίσαντος. Οὐκ εἰς γῆν διακύπτεις τοῖς ἀλόγοις παραπλησίως, οὐδ' εἰς γαστέρα διανεύεις κατὰ τοὺς χοίρους· ἀνά βλεψον μόνον, καὶ βλέπε τὴν πρόνοιαν. Ὄρθιον σὲ μόνον τῶν ζώων ἐδημιούργησεν, ἐπὶ δύο ποδῶν ὀχούμενον, καὶ τούτων δὲ ἕκαστον, οὐκ ἐξ ἑνὸς πε ποίηκε κώλου, ἀλλ' ἐκ τριῶν συνέθηκε, καὶ εἰς τρεῖς ἁρμονίας ἐνέδησε· καὶ τὴν μὲν τῷ ἰσχίῳ συνήρμοσε, τὴν δὲ τοῖς γόνασι συνέφυσε, τὴν ἑτέραν δὲ τοῖς ἀστραγάλοις ἐπίστευσε. Καὶ νεύροις ἰσχυροῖς τὰς ἁρμονίας συνέσφιγξε, καὶ μυσὶ τὰς ἑκουσίους κινή σεις ἐνέφυσε· καὶ οὔτε χαλαρὰ λίαν, οὔτε πάλιν κο μιδῇ τεταμένα πεποίηκε τὰ δεσμά· τὰ μὲν γὰρ, παντάπασιν ἀφῃρεῖτο τὴν κίνησιν, τὰ δὲ, διαφεύγειν καὶ διολισθαίνειν ἀλλήλων ἐποίει τὰ ἄρθρα. ∆ιὰ ταύ την αὐτοῦ τὴν προμήθειαν, καὶ βαδίζεις, καὶ τρέχεις ὅταν θέλῃς, καὶ στάσεως καὶ καθέδρας τὴν ἐξουσίαν ἔχεις. Ὅρα δὲ καὶ ἕτερον κηδεμονίας εἶδος. Ἵνα γὰρ μὴ δυσχεραίνῃς ἐπὶ γυμνῶν τῶν ἄρθρων καθήμενος, ἀλλ' ἐπ' ἐδάφους καὶ λίθου τὴν καθέδραν ποιούμενος ἄλυπος διαμένῃς, οἷόν τινά σοι στρωμνὴν αὐ τοφυῆ τὸ τῶν γλουτῶν περιτέθεικε σῶμα· σὺ δὲ ὁμοίως ἀχαριστεῖς. Οὐ