1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

35

δεσπόται χειροτονη θέντες, τὴν ἡγεμονίαν διέφθειραν, καὶ τὴν δουλείαν τῆς δεσποτείας ἠλλάξαντο. Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν μόνον τοῖς καλῶς λεγομένοις ἀντιλέγειν ἐπισταμένων· Τίνος χάριν οὐ πᾶσιν ἀνθρώποις τοῦ πλούτου τὴν κτῆσιν ὁ Ποιητὴς ἐδωρήσατο, ἀλλὰ τοῖς μὲν πλοῦτον συνέζευξε, τοῖς δὲ πενίαν συνεκλήρωσε, καὶ πολλῆς ἀνωμαλίας πλήρη τὸν βίον πεποίηκεν; Ὃν ἡδέως ἂν ἐροίμην, τί δήποτε τοῖς τοῦ σώματος μέλεσιν, οὐ τὴν αὐτὴν ἅπασι δέδωκεν ὁ ∆ημιουργήσας ἐνέργειαν, ἀλλ' ὀφθαλμοῖς μὲν χρωμάτων καὶ σχημάτων διάκρισιν ἐνεχείρισεν, ἀκοαῖς δὲ φωνῶν καὶ ψόφων εἰδέναι δια φορὰν, τὰς δὲ ῥῖνας ἀτμῶν ἀντιλαμβάνεσθαι, καὶ τοῦ ἡδέος τὸ δυσῶδες διακρίνειν, τὴν δὲ γλῶτταν ταῖς τῶν γεύσεων ποιότησι δικάζειν, καὶ γλυκέος καὶ ὀξέος, δριμέος τε καὶ πικροῦ, καὶ πιμελώδους τὸ διάφορον εἰδέναι, καὶ τοῖς μὲν ποσὶ τὴν βαδιστικὴν δέδωκε δύναμιν, ταῖς δὲ χερσὶ τὴν παντοδαπὴν ἀπ ένειμεν ἐργασίαν, καὶ γαστέρα μὲν τροφῆς δοχεῖον, 83.653 ἧπαρ δὲ τροφῆς καθαρτήριον, ἐγκέφαλον δὲ μυελῶν θησαυρὸν, πηγὴν δὲ θερμότητος τὴν καρδίαν, καὶ ταῖς μὲν ἀρτηρίαις ἐναπέκλεισε τὸ πνεῦμα, τὰς δὲ φλέβας ἀγωγοὺς ἀπέφηνεν αἵματος, καὶ ἄλλῳ ἄλλην ἐνέργειαν ἐνέφυσε μορίῳ; Καὶ μὴν ἅπαντα τὰ εἰρημένα, καὶ ὅσα σεσίγηται, εἰς ἑνὸς σώματος συντελεῖ τελειότητα· ἀλλ' ὅμως ἕκαστον καὶ ἰδιόν τι πεπίστευται, καὶ τῷ κοινῷ συντελεῖ. Ὄψις γὰρ ποδηγεῖ μὲν τοὺς πόδας, καὶ τὸ λεῖον αὐ τοῖς ὑποδείκνυσι, καὶ τῶν τραχυτέρων ἀποτρέπει χωρίων, φέρεται δὲ ὑπὸ ποδῶν. Καὶ ἀκοὴ δὲ κτύ πους δεχομένη, διεγείρει τὴν ὄψιν εἰς θεωρίαν, διὰ δὲ τῆς ὄψεως μανθάνει τῶν κτύπων τοὺς ποιητάς. Καὶ ἵνα τῇ ἀποστολικῇ μαρτυρίᾳ τοὺς εἰρημένους βεβαιώσωμεν λόγους, «Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλ λον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι, τούτοις περισσοτέραν τιμὴν περιτίθεμεν.» Καὶ οὐδεὶς ἐδυσχέρανε πώποτε, διάφορον βλέπων ἐν τοῖς μέλεσι τὴν ἐνέργειαν, εἰ μὴ κομιδῇ παραπαίοι· ἀλλὰ καὶ στέργει καὶ θαυμάζει τὸν Ποιητὴν, οὕτω σοφῶς ἕκαστα διακρίναντα, καὶ ἑκάστῳ τὴν ἁρμότ τουσαν ἀπονείμαντα χρείαν, καὶ τὴν ἰδίαν κοινὴν ποιησάμενον. Οὔτε γὰρ ὄψις μόνη τῶν ὁρατῶν ἀπο λαύει, οὔτε ἀκοὴ τῶν ἀκουστῶν, οὔτε τὸ στόμα τῶν γεύσεων, οὔτε ἡ ῥὶν τῶν ὀσφρήσεων, οὔτε οἱ πόδες βαδίσεως, οὔτε ἐργασίας αἱ χεῖρες, οὔτε τροφῆς ἡ γαστὴρ, οὔτε θερμότητος ἡ καρδία, οὔτε αἰσθή σεως ὁ ἐγκέφαλος· ἀλλ' ἰδιάζουσαν μὲν ἕκαστον ἔχει τὴν ἐνέργειαν, τῷ δὲ κοινῷ συνεισφέρει τὴν ὠφέλειαν. Καὶ τὸ μὲν ἅπαν θερμαίνει τὸ σῶμα, τὸ δὲ ἅπαν τρέφει· τὸ δὲ ἄλλον τινὰ φόρον παντὶ προσφέρει τῷ ζώῳ· καὶ τὸ ποικίλον τῆς ἐνεργείας εἰς ἅπαντα μὲν τὰ τοῦ σώματος μεμέρισται μόρια, ἀπολαύει δὲ ἀλλήλων πάντα, καὶ γίνεται ἡ χρεία κοινή. Καὶ οὔτε ἀκοὴ ἀγανακτεῖ μὴ ὁρῶσα, οὔτε ὀφθαλμὸς δυσχεραίνει τῷ μὴ ἀκούειν, ἀλλ' ἕκαστον στέργει τοὺς ὅρους τῆς φύσεως, καὶ τὴν εἰσφορὰν ἀποδίδωσιν, ἣν ἐξ ἀρχῆς φέρειν ἐτάχθη. Σὺ δὲ λίαν ἀγανακτεῖς, ὅτι μὴ πάντες οἱ ἄνθρωποι τοῖς τοῦ πλούτου ῥεύμασι περικλύζονται, καὶ οἰκίας οἰκοῦσι λαμπρὰς, καὶ χιτώνων καὶ ἐφεστρίδων περιφανείᾳ κοσμοῦσι τὸ σῶμα, καὶ ἐφ' ἵππων καὶ ἡμιόνων ὀχού μενοι, πολλοὺς ἔχουσι τοὺς ἡγουμένους, καὶ ἑπομέ νους, καὶ θεραπόντων ἐσμὸν ταῖς θεραπείαις διακο νοῦντα, καὶ κλίνας χρυσοπάστους, καὶ στρωμνὴν μαλακὴν καὶ διαῤῥέουσαν, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἡδονῶν ἐπινοίας, καὶ χλιδὴν πανταχόθεν προσ φερομένην, καὶ τὰς ἡδονὰς ἐξάπτουσαν. Καὶ πῶς ἄν τις ἐκτήσατο σωφροσύνην τοσούτους αὐτῇ πο λεμίους ἐγείρων, ἐξ ἁπάντων αὐτὴν τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος ἐξελαύνων μορίων; Πῶς δ' ἂν φρονήσεως ἐν ἕξει γένοιτ' ἂν ἄνθρωπος, τοσούτοις 83.656 φορτίοις τὸ λογικὸν καταχωννύς; Καὶ τί δεῖ λέγειν σωφροσύνην, καὶ