1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

43

κἀ κείνοις τὸν αὐτὸν φυλάξασα χαρακτῆρα, κατηγορεῖ μὲν τῆς ἁμαρτίας, ταύτην εἰσαγούσης τὴν χρείαν, τοῦ δὲ Ποιητοῦ καὶ ἐνταῦθα τὴν ἰσότητα δείκνυσιν. Ἐφύλαξε γὰρ μέχρι τέλους τὴν τῆς οὐσίας ταυτό τητα, τὴν δὲ ἀταξίαν τῆς ἁμαρτίας τῇ τάξει τῆς ἡγεμονίας ἐξέλασε, καὶ τὴν ἐκείνης πλεονεξίαν τῷ κανόνι τῆς νομοθεσίας ἐῤῥύθμισεν, οἷόν τις ναυ πηγὸς σπαρτίῳ τινὶ σανίδας ἀπευθύνων, καὶ τὸ περιττὸν ἀφαιρούμενος. Μὴ τοίνυν τοῦ ∆ημιουργοῦ κατηγόρει τὴν δουλείαν θεώμενος, ἀλλὰ τὴν ἁμαρτίαν καὶ βλασφημίαν φεῦγε, δι' ἣν εἰς δουλείαν καὶ δε σποτείαν διῃρέθη τῶν ἀνθρώπων τὸ γένος. Σὺ δὲ, σκάφος μὲν ὁρῶν ἐξ οὐρίων φερόμενον, καὶ τοὺς μὲν πλωτῆρας ἡσυχῆ καθημένους, τοὺς δὲ ναύτας, ἢ ταῖς κώπαις ἐρέττοντας, ἢ τὰς προτόνους ἕλκοντας, ἢ ἄλλο τι τῶν κελευομένων ἐργαζομένους, τὸν δὲ πρωρέα σκοπέλους καὶ βράχη καὶ σπιλάδας περισκο ποῦντα, καὶ τῷ κυβερνήτῃ μηνύοντα, τὸν δὲ κυ βερνήτην πᾶσιν ἐπιστατοῦντα, καὶ τοῖς πηδαλίοις τὸ σκάφος ἰθύνοντα, θαυμάζεις τὴν τάξιν, καὶ οὐ κε λεύεις εἶναι πάντας κυβερνήτας, οὐδὲ πᾶσι τὴν τῆς νηὸς ἡγεμονίαν πιστεύεις· καὶ τοὺς μὲν ἡσυχά ζοντας βλέπων, τοὺς δὲ τὸ κελευόμενον δρῶντας, τὸν δὲ προλέγοντα τὸ φαινόμενον, τὸν δὲ πάντων ὁμοῦ προστατεύοντα, οὐκ ἀγανακτεῖς, οὐδὲ κατηγορεῖς ἀκοσμίαν, ἀλλὰ μάλα θαυμάζων τὴν τάξιν δια τελεῖς· τὰς δὲ οἰκίας οὐκ ἐθέλεις ταῖς ὁλκάσι πα ραπλησίως κυβερνᾶσθαι, ἀλλὰ δυσχεραίνεις, τὸν μὲν ἡγούμενον βλέπων τῆς οἰκίας, τοὺς δὲ ἀγομένους. Καὶ μὴν οἰκία καὶ ναῦς κατὰ τὴν οἰκονομίαν λίαν ἀλλήλαις ἐοίκασιν. Ὁ μὲν γὰρ δεσπότης, καθάπερ τις κυβερνήτης, τῶν τῆς οἰκίας οἰάκων ἐπειλημμέ νος, τοῖς πᾶσιν ἐφέστηκεν· ὁ δὲ τῶν οἰκετῶν πρω τεύων, ὁ τῶν ἄλλων ἁπάντων τὴν κηδεμονίαν πεπι στευμένος, τὸν πρωρέα μιμούμενος, διδάσκει τὸν δεσπότην ἃ νομίζει συμφέρειν. Τῶν δὲ ἄλλων οἰκε τῶν, οἱ μὲν ναύταις παραπλησίως, μερικὰς ἐγκε χειρισμένοι φροντίδας, τὰ κελευόμενα πράττουσιν· οἱ δὲ λοιποὶ, δίκην πλωτήρων, ἐν μέσῳ τούτων εἰσὶν, ὑπὸ τούτων ἰθυνόμενοι, καὶ τῶν ἀναγκαίων διὰ τού των τυγχάνοντες. Τί δήποτε τοίνυν σκάφος μὲν οὕτω κυβερνώμενον ἐπαινεῖς, οἰκίαν δὲ τὴν αὐτὴν δεχο μένην οἰκονομίαν σκώπτων διατελεῖς; Ἐγὼ δὲ ἡγοῦμαί σε καὶ στρατιὰν ἐπαινεῖν, ἧς ἡγεῖται μὲν ὁ στρατηγὸς, φυλάττουσι δὲ τοὺς λόχους οἱ λοχ αγοὶ, ἐν κόσμῳ δὲ τὰς τάξεις ἄγουσιν οἱ ταξιάρχαι· ἑκατόνταρχοι δὲ καὶ χιλίαρχοι τὰ παρὰ τοῦ στρατηγοῦ συνθήματα τούτοις διαπορθμεύουσι, καὶ νῦν μὲν εἰς φάλαγγα καθιστῶσι τὴν στρατιὰν, νῦν δὲ ἐν πλινθίῳ, 83.677 ἄλλοτε ἐπὶ κέρας ἄγουσιν. Ἔστι δὲ ὅτε κέρας ἑκάτε ρον ἐπὶ πλεῖστον ἐκτείναντες, κυκλοῦσι μὲν τοὺς πολεμίους, οὐδὲ φυγεῖν ἐπιτρέποντες, ἀλλὰ πάντοθεν ὁμοίως ἀφιέντες τὰ βέλη, καὶ ἄρδην ἅπαντας ἀναι ροῦντες. Τούτων δὲ οὐδὲν ἐγεγόνει, μὴ τῆς στρατιᾶς εἰς ἄρχοντας καὶ ἀρχομένους διῃρημένης· πολυαρχία γὰρ ἐν στρατιᾷ πάντων μάλιστα βλαβερώτατον, εἰς πολλὰ κατατέμνουσα, καὶ τὴν ὁμόνοιαν διασπῶσα, καὶ πολλαῖς βουλαῖς ἰθύνειν μὲν πειρωμένη, βλά πτουσα δὲ μᾶλλον ἢ κυβερνῶσα. Πῶς τοίνυν οὐκ ἄτο πον, καὶ ἐν νηΐ σε θαυμάζοντα τὴν τοῦ ἑνὸς προσ τασίαν, καὶ στρατιᾶς ἐπαινοῦντα τὴν τάξιν, ἣν οἱ τῶν στρατηγῶν ἐργάζονται νόμοι, μέμφεσθαί σε οἰκίαν τοῦτον ἀγομένην τὸν τρόπον; Ἀλλὰ πικρὸν, φησὶ, τὸ δουλεύειν, κἀν τῇ ἐξουσίᾳ τῶν δεσποτῶν ἔχειν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν, καὶ πόνοις διηνεκέσι ταλαιπωρεῖσθαι. Ἀλλ' εἰ φιλ αλήθως τῶν εἰρημένων ἕκαστον σκοπῆσαι θελήσειας, ἐῤῥῶσθαι φράσας τοῖς ἐριστικοῖς λόγοις, εὑρήσεις, τὰ μὲν ἀθυμίας, τὰ δὲ πολλῆς ὠφελείας μεστά. Ὁ μὲν γὰρ τῆς οἰκίας δεσπότης, πολλαῖς πολιορκεῖ ται φροντίσι, σκοπούμενος ὅπως τοῖς οἰκείοις πορίσῃ τὰς χρείας, ὅπως βασιλεῦσι τὴν τεταγμένην εἰσφορὰν εἰσενέγκῃ, ὅπως ἀποδῶται μὲν τῶν προσόδων τὰ περιττὰ, ὠνήσηται δὲ τὰ ἐνδέοντα. Ἀγνώμων ἡ γῆ περὶ τοὺς γηπόνους ἐγένετο, τὴν τῶν