1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

27

ἀναστάσεως καιρὸν εἰς τοὺς οὐρανοὺς ἁρπαζο μένων ἁγίων διαλεγόμενος, ἐπήγαγε λέγων· «Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.» Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς ἡμῶν χάριν ὁ Ποιητὴς καὶ ταῖς μελίτταις, καὶ τοῖς ἄλλοις ἀλό γοις ἅπασι, φυσικά τινα πλεονεκτήματα δέδωκε καὶ διένειμεν, ὡς ἂν ἡμεῖς πανταχόθεν τὴν ὠφέλειαν συλλέγωμεν. Αὐτίκα τοίνυν παρὰ τῶν μελιττῶν καὶ ἕτερον δρεπόμεθα κέρδος. ∆ιδασκόμεθα γὰρ τῇ τῶν ἐπιστημῶν καὶ τεχνῶν εὑρέσει μὴ νεανιεύεσθαι, μηδὲ μέγα φρονεῖν, μηδὲ τὴν φύσιν ἀγνοεῖν· ἀλλὰ γινώσκειν τὸν Ποιητὴν, καὶ εἰς ἐκεῖνον ἀναφέρειν τῶν ἀγαθῶν τὰς αἰτίας. Ἵνα δὲ μὴ ἀλύωμεν καὶ δυσχεραίνωμεν, ὡς κοινωνοὺς ἔχοντες τῆς τέχνης, καὶ μηδὲν τῶν ἀλόγων διαφέροντες, ἡμῖν ἔδωκεν ὁ Ποιητὴς τὸν τῆς μελιττουργικῆς φιλοπονίας καρπόν· ἵν' ἅμα καὶ τὸν γαῦρον ἡμῶν αὐχένα τῇ κοινωνίᾳ ταπεινώσῃ τῆς τέχνης, καὶ τῇ τῶν κοινωνῶν δουλείᾳ ψυχαγωγήσας, ἀποσκευάσηται τὸ λυποῦν. Τί τοίνυν ἀλγεῖς, ἄνθρωπε, τὰς μελίττας φιλοτε χνούσας ὁρῶν; Ὁ γὰρ ἐκείνων πόνος, σὸς ὑπάρχει καρπός· καὶ αἱ μὲν πονοῦσι, σὺ δὲ τῆς ἀπὸ τῶν πόνων ἀπολαύεις χλιδῆς. Καὶ ἀράχνῃ δὲ τῶν λεπτῶν ἐκείνων καὶ ἀφανῶν νημάτων ἐνέφυσε τὴν τέχνην ὁ Ποιητὴς, ἵνα σε διδάξῃ πῶς δεῖ θηρεύειν τῶν ὀρνίθων τὰ γένη. Καὶ ἐκεῖνος μὲν γὰρ πλέκει τὰ θήρατρα, οὐχ ὑπὸ λόγου τὴν τέχνην δεδιδαγμένος, ἀλλὰ τὴν φύσιν ἔχων διδάσκαλον. Σὺ δὲ λόγον ἔνοικον ἔχων, καὶ τὸ παράδειγμα προκείμενον θεωρῶν, εἴδη μυρία δικτύων ἐμηχανήσω. Καὶ κωλύει μέν σου τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τὸ σμικρότατον ἐκεῖνο ζωΰφιον, λόγου δίχα σοὶ παρεσχηκὸς τὴν τοῦ παρα δείγματος χρείαν. Ψυχαγωγεῖ δέ σε πάλιν τὸ τῶν θηράτρων ποικίλον· τὸ μὲν γὰρ ἀρχέτυπον ἓν, μυ ρία δὲ τὰ μιμήματα. Πτηνοῖς μὲν γὰρ νεφελώδη τινὰ καὶ ἀερώδη ἐμηχανήσω, καὶ ταῦτα ἐν ἀμφιλαφέσι χωρίοις πηγνὺς, τῇ πρὸς τὸν ἀέρα τῶν θηράτρων ὁμοιώσει κλέπτεις τῶν ὀρνίθων τὴν 83.632 αἴσθησιν. Λαμβάνεις δὲ συνεργὸν εἰς ἄγραν τὸν τῆς διώξεως φόβον· ἐξελαυνόμενα γὰρ τὰ θηρευόμενα τῶν ὀρνίθων, καὶ ἐντεῦθεν κἀκεῖθεν εἰς τὰ θήρατρα συνωθούμενα, δειμαίνοντα τοὺς διώκοντας, κατιδεῖν ἀκριβῶς οὐκ ἰσχύει τὰ πρόσω· εἶτα τοῖς ἀφα νῶς τεταμένοις ἐφιπτάμενα δικτύοις, περιπίπτει τοῖς βρόχοις. Καὶ ταῦτα μὲν ἀέρι κρεμαννὺς, θη ρεύεις τοὺς ὄρνιθας. Ἕτερα δέ σοι τούτων πάλιν στεγανώτερα μεμηχάνηται πρὸς τὴν αὐτὴν τούτων τῶν ζώων ἄγραν, ἃ τῇ γῇ μὲν ἐφαπλοῖς, βόθρον δὲ ὀρύττων, ὕδατος τοῦτον πληροῖς, χειροήθεις δὲ ὄρνι θας ἐφιστᾷς τοῖς δικτύοις, ἵνα τῇ ὄψει καὶ τῇ φωνῇ τοὺς ὁμογενεῖς ἐφελκύσωνται. Εἶτα τοῦ μὲν ὕδατος ὁρωμένου, τοῦ δὲ ὄρνιθος φθεγγομένου τε καὶ φαινομένου, οἱ μὲν ἐφίπτανται, σὺ δὲ τῇ τέχνῃ χρώμενος, ἐντὸς αὐτοὺς τῶν δικτύων ποιεῖς. Ἑτέρα σοι πάλιν ἐξεύρηται μηχανὴ πρὸς τετραπόδων θήραν. Ἁρπεδόναι μὲν γὰρ, καὶ ποδάγραι καὶ ποδοστρά βαι, τοὺς ἐλάφους θηρεύουσιν· ἄρκυες δὲ, συά γρους, καὶ δορκάδας, καὶ λαγωούς· βάραθρα δὲ, καὶ τὰ τοιαῦτα μηχανήματα, τῶν θηρίων τὰ ἀγριώτατα. Οὐκ ἤρκεσε δέ σοι τῶν πετεινῶν καὶ κτηνῶν ἡ φύσις εἰς θήραν, ἀλλ' ἤδη καὶ τῶν θαλατ τίων κατετόλμησας ζώων, καὶ κύρτους, καὶ πάναγρα, καὶ ἀμφίβληστρα, καὶ σαγήνας, καὶ ὅσα τοιαῦτα κατασκευάσας, τὴν νηκτὴν φύσιν ἀγρεύεις, καὶ τὴν ὑποβρύχιον τῇ τέχνῃ μετέωρον φέρεις, καὶ τοὺς τῶν ὑδάτων τροφίμους θηρεύεις, καὶ χερσαῖος ὢν ἀνάγεις παρὰ σαυτὸν τοὺς τὸν βυθὸν ἔχοντας ἐν διαίτημα· καὶ τὰ μυρία τῶν ἰχθύων γένη σοὶ πρό κειται εἰς ἀπόλαυσιν, τῆς ἁλιευτικῆς σοι τέχνης τούτων παρεχούσης τὴν χρείαν. Μὴ τοίνυν δυσχεραί νῃς ἰδὼν ἀράχνην τὰ λεπτὰ ὑφαίνοντα νήμα τα· κερδαίνεις μὲν γὰρ παρ' ἐκείνου, τὸ μὴ μέγα φρονεῖν, ἀλλὰ τὸν κοινὸν ∆ημιουργὸν ἀν υμνεῖν. Ψυχαγωγῇ δὲ πάλιν, ὁρῶν μὲν ἐκεῖνον ἐμπίδας καὶ κώνωπας ἀγρεύοντα, καὶ τὰ τοιαῦτα ζωΰφια, σεαυτὸν δὲ καὶ πτηνῶν τῶν ὀξυτάτων τῇ