1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

22

χερσὶ χρώμε νοι συνεργοῖς. Καὶ ἄμπελον τρυγῶσι, καὶ ἐλαίαν συλλέγουσι, καὶ οἶνον ἀποθλίβουσι, καὶ λαχάνων γένη παντοδαπὰ γεωργοῦσι, καὶ ὀπωρῶν εἴδη μυρία ταῖς φιλοτεχνίαις ἐπινοοῦντες, δρέπονταί τε καὶ προσφέ ρουσι τοῖς ἀπολαύειν ἐθέλουσι. ∆ιὰ χειρῶν ὁ ἀνθρώ πειος νοῦς οὐ μόνον τὴν ἤπειρον εὐανθέσι λειμῶσι, καὶ κυμαίνουσι ληΐοις, καὶ ἀμφιλαφέσιν ἄλσεσι καλλωπίζει, ἀλλὰ καὶ τὴν θάλασσαν πολλαῖς ὁδοῖς κατεκόσμησε, καὶ τὴν πᾶσιν ἄβατον τοῖς φύσιν λα χοῦσι πεζὴν, πολλοὺς ἔχειν ὁδίτας ἐμηχανήσατο· τῇ γὰρ θεοσδότῳ σοφίᾳ τὴν ναυπηγικὴν εὑράμενος τέ χνην, παρὰ τῆς χαλκευτικῆς, ἣν πρὸ ταύτης ἐμη χανήσατο πέλεκυν λαβὼν, πρίονά τε, καὶ σκέπαρ νον, καὶ ὅσα τεκτονικῆς ὄργανα, καὶ παρὰ τῆς πρε σβυτέρας αὐτῆς ἀδελφῆς τῆς γεωργίας τῶν ξύλων τὰ ἄκαρπα τοῖς ὀργάνοις ἐκείνοις τεμὼν, καὶ τὴν μὲν τρόπιν οἷόν τινα θεμέλιον ὑποθεὶς, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰς τοίχους τὰς σανίδας ὑφήνας, καὶ τοῖς γόμφοις ἄριστα συναρμόσας, τῇ δὲ τῆς πίσσης ἀλοιφῇ καταχρίσας, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίσας, ὄχημα θαλάτ τιον τὸ σκάφος ἀπέφηνε. Ἐπειδὴ δὲ ἔδει καὶ ἵππων καὶ ἡμιόνων τῷδε τῷ ζεύγει, φέρειν δὲ τούτους οὐκ ἴσχυεν ἡ ῥοώδης οὐσία, μηχανᾶται καὶ τοῦτο σοφῶς, ταῖς χερσὶ πάλιν χρησάμενος ὑπουργοῖς, ὁ τοῦ πλοίου κυβερνήτης· ἀντὶ ῥυμοῦ γὰρ τὸν ἱστὸν ἀνορθώσας, καὶ τὰ ἱστία ζυγοῦ δίκην αὐτῷ συνάψας, ταῖς τῶν ἀνέμων αὔραις προσβαλλούσαις, ἀντὶ ἵππων καὶ ἡμιόνων κέχρηται, καὶ ταύτας ὥσπερ τινὰς πώλους ὑπάγει ταῖς ζεύγλαις. Ἐπειδὴ δὲ ἔδει καὶ ἡνίας ἔχειν τὸ σκάφος, τὰ πηδάλια ταύτας μιμεῖται, καὶ τῶν οἰάκων ἐπειλημμένος ὁ κυβερνήτης, οἷά τις ἡνίοχος, καθάπερ ἴτυν ἅρματος τὴν πρύμναν ἔχων, μεταφέρει ῥᾳδίως τῇδε κἀκεῖσε τὸ σκάφος· καὶ οὐ μόνον φιλίου πνεύματος ῥέοντος οἶδεν ἐπιστη μόνως ἰθύνειν, ἀλλὰ καὶ τὰς τῶν ἀνέμων ἀτάκτους προσβολὰς διαλύειν, καὶ οἷόν τινας πώλους ἀδαμά στους καὶ δυσηνίους ἀνέχειν τῷ χαλινῷ, καὶ ταῦτα ὁ ἀνθρώπειος νοῦς μηχανᾶται, χερσὶ διακόνοις χρώ μενος. ∆ιὰ τούτων καὶ ναύτης ἐρέττει, καὶ κυβερ νήτης ἰθύνει, καὶ ἔμπορος ὃν ἐπρίατο ἀποτίθεται φόρτον, καὶ πᾶς ἁλιευτὴς ἀγρεύει, καὶ τὴν μὴ φαι νομένην θήραν τῇ εὐμηχάνῳ τῶν δικτύων θηρεύει πλοκῇ. Ἀλλὰ δεῦρο, καταχθῶμεν ἀπὸ τῆς θαλάττης εἰς τὴν ἤπειρον. Οὐκ ἀρκεῖ γὰρ ὁ χρόνος εἰς ἀκριβῆ τέχνης ἑκάστης διήγησιν. Βλέπε τοίνυν τὰς τέχνας ἁπάσας παρ' ἀλλήλων 83.617 ἐρανιζομένας τὸ χρήσιμον· οἰκοδομικὴν μὲν, παρὰ τῆς χαλκευτικῆς τὰ ὄργανα· χαλκευτικὴν δὲ, παρὰ τῆς οἰκοδομικῆς τὴν οἰκίαν· ἀμφοτέρας δὲ, παρὰ τῆς γεωργικῆς τὴν τροφήν. Καὶ τὴν γεωργικὴν αὖ, παρὰ τούτων τήν τε τῶν οἰκιῶν κατασκευὴν, καὶ τὰ συνεργεῖν εἰς γεωργίαν δυνάμενα. Μᾶλλον δὲ σκόπη σον ἐξ ἀρχῆς πῶς ὑπέδειξεν ὁ Ποιητὴς τῷδε τῷ ζώῳ τὰς ἀναγκαίας χρείας. Πόθεν γὰρ ἔγνω μεταλ λεύειν σίδηρον καὶ χαλκὸν καὶ μόλυβδον καὶ καττί τερον; Τίς δὲ αὐτῷ τὰς ἀργυρίτιδας ὑπέδειξε φλέ βας; Τίς δὲ τὴν χρυσῖτιν γῆν ὀρύττειν ἐδίδαξε, καὶ τὰ μικρὰ ψήγματα τοῦ χρυσίου συλλέγειν ὑπ έδειξε; Πόθεν ἔμαθε φύσιν ὑέλου; Τίς αὐτὸν τῆς ψάμμου τὴν διαφορὰν ἐπαίδευσε; Τίς αὐτὸν ἐδίδαξε τὴν τοιάνδε ψάμμον τῷ πυρὶ παραδίδοσθαι, καὶ ὅπως, καὶ ἐπὶ πόσον; καὶ τὴν συνεχῆ μὲν χω ρίζειν, τὴν χωριστὴν δὲ εἰς συνεχὲς ἀχώριστον μεταβάλλειν; Πῶς ἔγνω διαπλάττειν ἐκ ταύτης, πυρὶ καὶ πνεύματι συνεργῷ κεχρημένος, ἐκπωμά των εἴδη μυρία, φιάλας, καὶ κύλικας, καὶ βομβύ λους, καὶ ἀμφορίσκους, καὶ ἔπιπλα, καὶ ἕτερα σκεύη πρὸς πᾶσαν χρείαν βρωτῶν καὶ ποτῶν ἐπι τήδεια; ∆ῆλον τοιγαροῦν, ὡς τούτων ἁπάντων τὴν γνῶσιν παρὰ τοῦ πεποιηκότος ἐδέξατο, καὶ τῶν ἐπι νοιῶν τὰς δυνάμεις, καὶ τῶν τεχνῶν τὰς εὑρέσεις, τῇ φύσει ὁ δημιουργήσας ἐγκατεβάλετο. ∆ιὸ καὶ τῷ μεγάλῳ Ἰὼβ προσδιαλεγόμενος ἔλεγε· «Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπι στήμην; Θεόσδοτον γὰρ τῷ ὄντι καὶ τοῦτο τῆς τέ χνης τὸ χρῶμα. Τῷ