1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

10

ματος θεραπεύσῃς παθήματα. Καὶ ταῦτα δὲ πάλιν ποικίλα σοι προὔθηκεν καὶ εἰς ἐναντίας χρείας ἁρμόζοντα. Τὰ μὲν γὰρ χαυνοῖ τὰ τεταμένα τῶν νεύρων· τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα· καὶ τὰ μὲν φλέγματι πολεμεῖ, τὰ δὲ μελαίνῃ χολῇ· τὰ δὲ ἕλκη ξηραίνει. Τοσαύτην καὶ ἐν τοῖς θερμοῖς ὕδασι χρείαν ὁ κηδεμών σοι προτέθεικε· σὲ δὲ οὐδὲν πείθει μὴ βλασφημεῖν, ἀλλὰ μένεις ἀχαριστῶν, καὶ λοιδορούμενος, καὶ τὰ Μανιχαίου νοσῶν, ὃς σιτίων καὶ ποτῶν ἀπολαύων, λοιδορεῖται τοῖς χορ ηγοῦσι, καὶ θερισταῖς ὁμοῦ καὶ ἀρτοποιοῖς, καὶ τοῖς τὸν ἄρτον διχῆ τέμνουσιν ἐπαρᾶται, αὐτὸς τέ μνειν μὲν οὐκ ἀνεχόμενος, ἐσθίων δὲ τὸ τεμνόμενον. Οὕτω καὶ σὺ, μυρίων ὅσων ἀγαθῶν ἀπολαύων, ὧν ὁ ∆ημιουργός σοι προσφέρει καθεκάστην ἡμέραν διὰ τῆς κτίσεως, ἀχαριστεῖς τῷ προσφέροντι, καὶ λοι δορῇ, καὶ βλασφημεῖς, λέγων αὐτὸν μὴ προνοεῖν ὧν πεποίηκεν. Ὅρα δὲ πόσην ἀδικίαν αὐτοῦ κατα ψηφίζῃ, τοιαῦτα συκοφαντῶν. Τί δήποτε γὰρ καὶ πεποίηκε, τούτων ἐπιμελεῖσθαι μὴ θέλων; Τίνος δὲ χάριν οὐ κήδεται; ὡς δυνάμενος μὲν, οὐ βουλόμενος δέ; ἢ βούλεται μὲν, οὐ δύναται δέ; Ἀλλ' ὅτι μὲν δύναται, μαρτυρεῖ τὰ γεγονότα. Πῶς γὰρ ἂν ἐποίησε τῶν ὁρωμένων τὰ μεγέθη, τὰ κάλλη, τὴν ἁρ μονίαν, δύναμιν οὐκ ἔχων ἀρκοῦσαν τῇ γνώμῃ; Πῶς δ' ἂν εἰς κοινωνίαν καὶ σχέσιν τὰ διεστῶτα συνήγαγεν, ὕδωρ καὶ πῦρ, ἡμέραν καὶ νύκτα, καὶ μίαν ἐκ πάντων ἁρμονίαν καὶ συμφωνίαν εἰργά σατο, ὁ προνοεῖν οὐ δυνάμενος; Μεῖζον γὰρ πολλῷ τῷ μέτρῳ, τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγεῖν, τοῦ τῶν ὄντων προνοεῖν. Ἀλλ' ὅτι μὲν δύναται, μάρτυς ἡ κτίσις· ὅτι δὲ καὶ βούλεται, πάλιν αὐτὴ μαρτυρεῖ. Οὐ γὰρ ἄλλου τινὸς ἀναγκάζοντος ἐπὶ τὴν δημιουργίαν ἐλήλυθεν, οὔτε μὴν ὡς δεόμενος τὴν κτίσιν παρήγαγεν· ἀλλὰ ἀγαθὸς ὢν, καὶ ἀγαθότητα 83.584 ἔχων μέτρου παντὸς μείζονα, ἠθέλησε καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρήσασθαι. Ὁ δὲ τοσαύτῃ περὶ τὰ μὴ ὄντα χρησάμενος ἀγαθότητι, πῶς ἂν γεγονότων ἀμελήσειεν; Οὔτε γὰρ ἔστιν εἰπεῖν, ὡς ἐφθόνησε γεγονόσιν· ἄφθονον γὰρ ἔχει τὴν φύσιν, καὶ πάθους παντὸς ἐλευθέραν. Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος γυμνώσωμεν τὴν τῆς ἀσεβείας ἀσθένειαν, σμι κρόν τι αὐτοὺς προσερωτήσωμεν. Τί δήποτε γὰρ, εἴπατε, τῇ τὸ εἶναι παρ' αὐτοῦ λαβούσῃ ἐφθόνησε κτίσει; ∆ιὰ τὸ μέγεθος; Ἀλλ' αὐτὸς ἄκτιστός ἐστι καὶ ἀόριστος, οὔτε ἀρχὴν ἐσχηκὼς, οὔτε τέλος δεξάμενος πώποτε, πάντα περιέχων, ὑπ' οὐδενὸς δὲ περιγραφόμενος· ἐν τῇ χειρὶ γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ αὐτὸς ἐμέτρησε τῇ χειρὶ αὑτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί. Ἀλλὰ διὰ τὸ κάλλος; Ἀλλ' ὑπ' αὐτοῦ γεγένηται. Οὐδεὶς δὲ, οὐδὲ τῶν ἄγαν φθονερωτάτων ἀνθρώπων, οἰκίαν εὐπρεπῆ καὶ λαμπρὰν δειμάμενος, ἐφθόνησε ταύτῃ πώποτε, ἀλλ' ἐναβρύνεται, καὶ σεμνύνεται, καὶ οὗτός τε γάν νυται, καὶ τοῖς ἀγνοοῦσιν ὑποδείκνυσιν. Ὅσον δὲ τὸ τῆς κτίσεως κάλλος τοῦ νοεροῦ φωτὸς τοῦ πεποιηκό τος ἀφέστηκε, τίς ἂν μετρήσειε λόγος; Ὁρᾶτε τοι γαροῦν ποῦ τὰ τῆς ἀσεβείας κεχώρηκε. Τῶν γὰρ πονηροτάτων ἀνθρώπων, οὐ μόνον οὐ φθονούντων ταῖς ὑπ' αὐτῶν οἰκοδομουμέναις οἰκίαις, ἀλλὰ καὶ λίαν ἐπ' αὐταῖς λαμπρυνομένων, τὴν τῆς ἀγαθότη τος πηγὴν, καὶ ὑπ' οὐδενὸς πάθους θολοῦσθαι πεφυ κυῖαν, φθόνῳ βάλλεσθαι λέγειν, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; Εἰ τοίνυν καὶ δύναται κατ έχειν τοὺς τῆς κτίσεως οἴακας, καὶ βούλεται αὐτὴν πάντων ἀγαθῶν ἀπολαύειν, δῆλον ὅτι καὶ κήδεται, καὶ ἐφέστηκε, καὶ τῶν ἡνιῶν ἐπειλημμένος, τὴν γενητὴν ἅπασαν φύσιν ἡνιοχεῖ, καὶ οὐδὲν ἀτημέλη τον καταλείπει. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μετάβηθι πάλιν ἐπὶ τὴν θάλατταν, καὶ βλέπε ταύτης τὰ κύτη, τὰ μεγέθη, τὴν εἰς πελάγη διαίρεσιν, τὰς ἀκτὰς, τοὺς ὅρμους, τὰς ἐν μέσῳ νήσους, τῶν ἰχθύων τὰ γένη, τὰ εἴδη, τὰ σχήματα, τὴν ποικιλίαν, τὴν πρὸς τὴν χέρσον φιλίαν, τὰ τῶν κυμάτων σκιρτήματα, τὸν ἐπικείμενον αὐτοῖς τῆς προνοίας