1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

58

εὐπετὲς καὶ μάλα ῥᾴδιον, τῆς περιττῆς καὶ ματαίας πολυπραγμοσύνης ἀπηλλαγμένους, κατιδεῖν ταύτην τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένην, καὶ σοφῶς ἅπαντα κυβερνῶσαν. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώ πων ἑκόντες ὁρᾷν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς μύουσι, καὶ τὰ ὦτα βύουσι, καὶ τῆς παν ταχόθεν φερομένης φωνῆς ἐπαΐειν οὐκ ἐθέλουσι, καὶ τῶν εὖ καὶ καλῶς ὑπὸ τοῦ Θεοῦ γιγνομένων ἕκαστον κωμῳδοῦσι, βλασφημοῦσι, διαβάλλουσι, καὶ μυρία ἄττα συνείρουσι τὰς ψευδεῖς κατηγορίας ὑφαίνοντες, εἰκότως, οἶμαι, τὸν κατὰ τῆς κατηγορίας ἀνεδεξά μεθα λόγον, συκοφαντίαν οὖσαν, ἀλλὰ οὐκ αἰτίαν ὀρ θὴν ἀποδεῖξαι βουλόμενοι· καὶ τὴν πολεμουμένην ὑπ' αὐτῶν προμήθειαν καλέσαντες σύμμαχον, καὶ τοῦ τῆς ἀπολογίας προστησάμενοι λόγου, ὀκτὼ μὲν ἤδη διεξ εληλύθαμεν λόγους, τὴν τῶν ἀχαρίστων διελέγχοντες βλασφημίαν. Καὶ τῆς ἀχαριστίας αὐτῶν κατηγόρους ὁμοῦ καὶ μάρτυρας παρηγάγομεν εἰς μέσον, οὐρα νὸν, καὶ γῆν, καὶ θάλασσαν, καὶ ἀέρα, καὶ τὰ ἐν τού τοις ἅπαντα σώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικά τε καὶ ἄλογα, πτηνὰ καὶ πεζὰ, καὶ νηκτὰ καὶ ἀμφί βια. Καὶ πρὸς τούτοις, τὴν τῶν ἀνθρωπείων σωμά των κατασκευὴν, τὴν ἐν ἑκάστῳ τῶν μορίων δια λάμπουσαν τοῦ Θεοῦ τὴν σοφίαν καὶ προμήθειαν. Τὸ θεόσδοτον τοῦ λόγου δῶρον, δι' οὗ τῶν ἀνθρώπων ἡ φύσις καὶ γεωργίαν εὗρε, καὶ ναυτιλίαν, ἰατρικήν τε καὶ γραμματικὴν ἐπιστήμην, καὶ τὰς ἄλλας ἁπά σας τέχνας καὶ ἐπιστήμας, αἳ τῶν ἀνθρώπων τὸν βίον ἡδίω κατασκευάζουσιν. Ἀπεδείξαμεν δὲ, σὺν Θεῷ φάναι, καὶ τῶν ζώων ἡμέρων τε καὶ ἀγρίων τὴν χρείαν, καὶ πλούτου καὶ πενίας τὸ χρήσιμον, δουλείας καὶ δεσποτείας τὸ ἀναγκαῖον· εἶτα πρὸς τούτοις, ὡς μηδεμίαν πρὸς τῶν κακίᾳ συζώντων δεσποτῶν ἕλκουσι βλάβην, εἰ θέλουσι σωφρονεῖν, οἱ δουλεύοντες. Καὶ τούτων ἐκ μὲν τῆς θείας Γραφῆς τὰς ἀποδείξεις εἰς μέσον ἠγάγομεν· τοῖς δὲ πικροῖς τῆς Προνοίας κατ ηγόροις, τοῖς ἐπὶ τοῦ παρόντος δουλευόντων τὴν ἐξ έτασιν παρελίπομεν. Ἔστι γὰρ καὶ νῦν ἰδεῖν μυρίους πονηροῖς μὲν δεσπόταις δουλεύοντας, οὐ μόνον δὲ τὴν δεσποτικὴν κακίαν οὐ μιμουμένους, ἀλλὰ καὶ κομιδῇ ταύτην βδελυττομένους, καὶ καλοκαγαθίαν ἀσπαζο μένους, καὶ τὴν ἐναντίαν τοῖς δεσπόταις ὁδεύοντας. Ἀλλ' ἴσως πάλιν ἑτέραν ἐντεῦθεν ἀφορμὴν κατηγο ρίας κατὰ τῆς θείας λήψονται Προμηθείας, καὶ τοὺς τῆς ἀρετῆς τροφίμους μάταια πονεῖν φήσουσι, καὶ κατὰ πετρῶν σπείρειν, τὸ δὴ λεγόμενον, καὶ κοσκί νῳ ὕδωρ ἀντλεῖν, καὶ τοιαῦτα ἅττα δρᾷν, καρπῶν ἀγαθῶν οὐδαμῶς ἀπολαύοντας. Οἱ μὲν γὰρ, φασὶ, πενίᾳ συζῶσι, καὶ ταλαιπωρίᾳ συγκεκληρωμένοι πολλῇ, τὸν βίον ὁδεύουσιν· οἱ δὲ, τὸν βαρὺν ἕλκουσι τῆς δουλείας ζυγὸν, καὶ διηνεκέσιν ὑπόκεινται πό νοις, καὶ τὸ τούτων πολλῷ χαλεπώτερον, πολλοὶ πονηρίαν, μυσαττόμενοι, πονηροῖς δουλεύειν δε σπόταις ἀνέχονται. Ποῖον οὖν ἔχουσι, φησὶν, οὗτοι μισθόν; ποίας τῆς ἀρετῆς τὰς ἀντιδόσεις; ποῖα τῶν 83.720 πόνων τὰ ἐπίχειρα; τίς ὁ τῶν ἱδρώτων καρπός, ποῖα τῶν ἀγώνων τὰ ἆθλα; Οὔτε γὰρ τοὺς δουλεύειν λαχόντας ἅπαντας ἐλευθερίας ἔστιν ἰδεῖν ἀπολαύον τας, οὔτε τοὺς πενίᾳ μὲν συγκληρωθέντας, ἀρετῆς δὲ φροντιστὰς γεγενημένους, εἰς τὸν τῶν πλουσίων μεταβάντας ὁρῶμεν κατάλογον, ἀλλ' ἐν τῇ προτέρᾳ τοὺς πλείστους ταλαιπωρίᾳ διαμεμενηκότας. Ἀλλὰ σὺ μὲν, ὦ ταλαίπωρε καὶ χαμαίζηλε, τῇ γαστρὶ, καὶ τῇ γνάθῳ, καὶ ταῖς ὀφρύσι τὴν εὐδαιμονίαν με τρεῖς, καὶ ὅρον εὐπραξίας εἶναι νομίζεις ζεῦγος ὑψηλὸν, καὶ δορυφόρους, καὶ ἐφεστρίδα λαμπρὰν, καὶ ἵππους ἠσκημένους εἰς κάλλος, καὶ προμετ ωπιδίοις καὶ προστερνιδίοις κόσμοις λαμπρυνομέ νους, καὶ κήρυκα βοῶντα, καὶ οἰκίαν εἰς ὕψος ἐγη γερμένην, καὶ ἀνδρῶνας τοῖς ἐξ Εὐβοίας καὶ Θετ ταλίας λίθοις διηνθισμένους, καὶ γραφικῇ τέχνῃ πε ποικιλμένους, καὶ στιβάδας, καὶ κύκλους, καὶ ἔπι πλα, καὶ ἐκπώματα, καὶ οἴνους ἀνθοσμίας, καὶ πανδαισίαν Σικελικήν τε καὶ