1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

12

λύσεις προσαρμόσω. Ἕτερον δὲ λόγον συνεργὸν ἔχων, τὴν ὑπὸ σοῦ πολεμουμένην προμήθειαν ὑφῆναι διὰ τούτων βεβούλευμαι. Ἐν ταῦθά σε τοίνυν καταλιπὼν, καὶ τῇ τῶν εἰρημένων ἐντρυφῆσαι θεωρίᾳ παρακαλέσας, καὶ πανταχόθεν ἑλκῦσαι τὴν ὠφέλειαν, τὸν τοῦ παντὸς Κυβερνήτην ὑμνήσω· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν. ΛΟΓΟΣ Γʹ. Ἀπόδειξις ἀπὸ τῆς τοῦ ἀνθρωπείου σώματος κατασκευῆς. Οἱ μὲν εὖ μάλα πως τὸ σῶμα διακείμενοι, τῆς ἀπὸ τῶν ἰατρῶν θεραπείας οὐ δέονται· ἀκραιφνὴς γὰρ ὑγεία τῆς τῶν φαρμάκων ἐπικουρίας οὐκ ἐνδεής· οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν. Ἰατρικὴ γὰρ τέχνη σωμάτων ἐπίκουρος, καὶ παθῶν ἐπίβουλος. Καὶ τὰς ψυχὰς τοίνυν οἱ μὲν ἐῤῥωμένας ἔχοντες, καὶ τῇ τῆς εὐσεβείας ὑγείᾳ λαμπρυνομένας, τῶν διδασκαλικῶν φαρμάκων οὐ χρῄζουσιν· οἱ δὲ προλήψει πονηρᾷ κατεχόμενοι, καὶ τῶν βδελυρῶν δογμάτων τὴν νόσον δεξάμενοι, καὶ τῷ χρόνῳ τὴν διάθεσιν ἕξιν ἐργασάμενοι, πολλῶν μὲν δέονται κα θαρτηρίων, τὴν μοχθηρὰν ἐκείνην ὕλην ἀναμοχλεῦσαι δυναμένων, καὶ τὰς ψυχὰς καθαρὰς ἀποφῆναι· πολ λῶν δὲ φαρμάκων, τοὺς γεννητικοὺς ἐκείνης πόρους τῷ δραστηρίῳ κλώντων τε καὶ φραττόντων, καὶ τὰς πονηρὰς ὠδῖνας παυόντων. Ἐπειδὴ τοίνυν παγχά λεπος καὶ δυστράπελος τῶν τὴν κτίσιν προνοίας ἀποστερεῖν ἐπιχειρούντων ἡ νόσος, δύο μὲν αὐτοῖς ἤδη φάρμακα προηνέγκαμεν, ἐκ τῶν τῆς κτίσεως μορίων ταῦτα κεράσαντες· ἵνα δὲ πρόῤῥιζον ἀνα σπάσωμεν τὴν νόσον, καὶ τέλεον αὐτοὺς τῆς χαλεπῆς ἀπαλλάξωμεν ἀῤῥωστίας, καὶ τρίτον αὐτοῖς κατα σκευάσαι τε καὶ προσενεγκεῖν πειρασόμεθα. Τῆς δὲ κατασκευῆς τὰς ὕλας οὐκ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης, οὐδ' ἐξ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλ λων φωστήρων, οὐδ' ἐξ ἀέρος, καὶ νεφῶν, καὶ πνευ μάτων, οὐδ' ἐκ ποταμῶν, καὶ πηγῶν, καὶ φρεάτων, 83.589 ἀλλ' ἐξ αὐτῶν τῶν βλασφημεῖν ἐπιχειρούντων ληψό μεθα. Στόμα γὰρ εἰληφότες παρὰ τοῦ κτίσαντος, ἵν' ὑπὲρ ὧν ἀπολαύουσιν ἀγαθῶν τῷ δοτῆρι τὸν ὕμνον προσφέρωσιν, οὐ μόνον ὑμνεῖν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ βλασφημίαις τὴν γλῶσσαν μιαίνουσι, καὶ τὸ λογικὸν ἀτιμάζουσιν ὄργανον. Ἀρκεῖ δὲ καὶ τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ πεποιηκότος, οὐ τὴν σο φίαν μόνον, ἀλλὰ καὶ τὴν ἄπλητον φιλανθρω πίαν. Ὀργάνῳ γὰρ ἔοικεν ἀπὸ χαλκῶν συγκειμένῳ καλάμων, καὶ ὑπ' ἀσκῶν ἐκφυσουμένῳ, καὶ κινου μένῳ ὑπὸ τῶν τοῦ τεχνίτου δακτύλων, καὶ ἀποτε λοῦντι τὴν ἐναρμόνιον ἐκείνην ἠχήν. Ἀλλ' οὐχ ἡ φύσις παρὰ τῆς τέχνης, ἡ τέχνη δὲ παρὰ τῆς φύσεως ἐδιδάχθη τῆς τερπνῆς ἐκείνης ἠχῆς τὸ μηχάνημα· ἀρχέτυπον γὰρ τῆς τέχνης ἡ φύσις, ἴνδαλμα δὲ τῆς φύσεως ἡ τέχνη. Ἄθρει τοιγαροῦν ὁ λόγου μὲν τετυχηκὼς, ἀτιμάζων δὲ τῇ τιμῇ τὸν τιμήσαντα, πῶς ὑπόκειται μὲν ὁ πνεύμων δίκην ἀσκοῦ, ἀποθλίβουσι δὲ αὐτὸν, οὐ πόδες ἀνθρώπου, ἀλλ' οἱ περικείμενοι τῷ θώρακι μύες, συστέλλοντες αὐτὸν καὶ διαστέλλοντες. Ἀνα πέμπει δὲ οὑτοσὶ διὰ τῆς τραχείας ἀρτηρίας τὸ πνεῦμα, τὸ δὲ συνωθούμενον, ἀνοίγει μὲν τὴν ἐπι γλωττίδα, φέρεται δὲ διὰ τοῦ φάρυγγος ἐπὶ τὸ στόμα. Ὁ δὲ λόγος, τῆς γλώττης οἷόν τινος δεξιᾶς ἐπειλημμένος, ταύτην τοῖς ὀδοῦσι καθάπερ τοῖς χαλκοῖς ἐκείνοις προσφέρει καλάμοις, καὶ ἄνω καὶ κάτω διαθέειν καὶ διολισθαίνειν εὐπετῶς καὶ μάλα ῥᾳδίως κατασκευάζει· συνεργεῖ δὲ αὐτῇ πρὸς τὴν εὐκολίαν τοῦ δρόμου, ὁ ὑποκείμενος ἀδὴν, οἷόν τις λιβὰς ἀναβλύζων νοτίδα. Ἐπειδὴ γὰρ αὐτὴν ὁ συχνὸς καταξηραίνει δρόμος, ἐδεῖτο μετρίας ὑγρότητος, τεγγούσης αὐτὴν καὶ λειαινούσης, καὶ