1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

56

κελευόμενον ἐποίουν· πολλοὶ δὲ τὰ συν ήθη δρῶντες, ὡς ἑνὶ τῶν ἄλλων εἰδώλων τὸ σέβας προσέφερον· ἦσαν δὲ, οἳ φόβῳ τῆς πυρᾶς προΐεντο τὰς ψυχὰς, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι, τὸ θεῖον σέβας ἐπὶ τὴν εἰκόνα μετέφερον. Οἱ δὲ γεννά δαι ἐκεῖνοι, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, οἱ τοῦ νόμου τρόφιμοι, οἱ τῆς Ἀβραμιαίας πίστεως κληρο νόμοι, οἱ τῆς εὐσεβείας ἀθληταὶ, οἱ τῆς χάριτος πρόδρομοι, οἱ τῆς πίστεως πρόμαχοι, οἱ δοῦλοι τὰ σώματα, καὶ τὰ φρονήματα ἐλεύθεροι, οἱ αἰχμάλω τοι, καὶ βασιλέων τὰς ψυχὰς ὑψηλότεροι, οὐ μόνον ἑκόντες οὐ προσεκύνησαν τῇ εἰκόνι, ἀλλὰ καὶ κατ ηγορηθέντες, ἅτε δὴ τὸ κελευσθὲν οὐ ποιήσαντες, ἀπολογίαν μὲν οὐδεμίαν προσφέρουσιν, ἄντικρυς δὲ ἀπαγορεύουσι τὴν προσκύνησιν, καὶ μεγάλῃ βοῶσι φωνῇ· «Ἔστι Θεὸς ἐν οὐρανῷ, ᾧ ἡμεῖς λατρεύομεν, ὃς δύναται ῥύσασθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.» Οὐ γὰρ ἐπὶ μισθῷ τῷ πεποιηκότι δουλεύομεν, οὐδὲ τῇ εὐ σεβείᾳ τὴν σωτηρίαν ὠνούμεθα, οὐδὲ ἐκ παντὸς τρόπου ζωῆς τυχεῖν ἐφιέμεθα· ἀλλὰ στέργομεν τοῦ ∆εσπότου τὸ βούλημα· κἂν ἀπαλλάξῃ τῶν δεινῶν, χάριν ὁμολογοῦ μεν· κἂν τούτοις περιπεσεῖν συγχωρήσῃ, προσκυ νοῦμεν. Ὅτι μὲν γὰρ δύναται κρείττους ἡμᾶς ἀπο φῆναι τῶν ἀπειλουμένων τιμωριῶν, ἴσμεν σαφῶς καὶ οὐδαμῶς ἀμφιβάλλομεν· εἰ δὲ καὶ βούλεται, ἀγνοοῦμεν. Ἀνέφικτος γὰρ ὁ τῆς θείας Προμηθείας βυθός. Μὴ τοίνυν μέλλε, ἀλλὰ ταῖς ηὐτρεπισμέ ναις παράπεμπε τιμωρίαις· ἡδίων μὲν γὰρ ἡμῖν ὁ μετ' εὐσεβείας θάνατος, τῆς σὺν ἀσεβείᾳ ζωῆς. 83.713 Οἱ μὲν οὖν ταῦτα ἔλεγον, ὁ δὲ οὐκ ἔμελλεν, ἀλλὰ τῇ καμίνῳ τοὺς νεανίας πεπεδημένους παρέπεμπε. Τὸ δὲ πῦρ ἔλυσε μὲν τὸν ἐκ σιδήρου δεσμὸν, τὴν εὐέμπρηστον δὲ τῶν τριχῶν ἐφύ λαξε φύσιν· ἅψασθαι δὲ τῆς δοθείσης οὐκ ἠνέσχετο τροφῆς, ἔφυγε δὲ, καὶ τὰ νῶτα δέδωκε, καὶ κατὰ τῶν οἰκείων ἐχώρει προσκυνητῶν, τοὺς δὲ τοῦ Θεοῦ θεράποντας ἀκηράτους ἐφύλαττε. Καὶ καινὸν καὶ παράδοξον ἐγένετο θαῦμα. Οἱ μὲν γὰρ ἐν μέσῳ τῆς πυρᾶς ὄντες, καὶ ἐπ' ἀνθράκων βαδίζοντες, πεῖραν τῆς φλογὸς οὐκ ἐλάμβανον· οἱ δὲ περιεστῶ τες ἔξωθεν, καὶ τῇ καμίνῳ τὴν τροφὴν χορηγοῦντες, τροφὴ τοῦ πυρὸς ἐγίνοντο. Καὶ οἱ μὲν ἀνῴμωζον ἐμπιπράμενοι, οἱ δὲ ἔνδον ὑμνοῦντες ἐχόρευον, καὶ τὴν κτίσιν ἅπασαν εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκά λουν, καὶ τοῖς ὑπὸ τῶν ἀνοήτων προσκυνουμένοις στοιχείοις ὑμνεῖν τὸν εὐεργέτην ἐκέλευον. Τοσαύτη δὲ ἦν τῆς θαυματουργίας ἐκείνης ἡ δύναμις, ὡς αὐτὸν ἐκεῖνον δραμεῖν παρ' αὐτοὺς τὸν ἀλαζόνα καὶ μεμηνότα τύραννον, καὶ προσκυνῆσαι τοὺς τὴν τῆς εἰκόνος παραιτησαμένους προσκύνησιν, καὶ πᾶσιν ἐπιστεῖλαι τοῖς ὑπηκόοις, τὸν τούτων γεραίρειν Θεόν. Οὕτως ὁ μέγας ∆ανιὴλ τὴν αὐτὴν τούτοις συμφορὰν ὑπομείνας, καὶ δορυάλωτος γεγονὼς, καὶ μετὰ βαρ βάρων βιοτεύειν ἠναγκασμένος, τὸν πατρῷον ἀκρι βῶς διεφύλαττε νόμον, καὶ κατ' ἐκεῖνον πολιτευόμε νος, καθαρὰν καὶ ἀκίβδηλον ἐφύλαττε τὴν ψυχὴν, καὶ τοσαύτην ἠφίει τῆς ἀρετῆς τὴν αἴγλην, ὡς καὶ τὸν θηριώδη τύραννον ταῖς τοιαύταις ἀστραπαῖς κα ταπλῆξαι· καὶ πρῶτον μὲν δήλους τοὺς ἀγνοουμένους ὀνείρους καταστῆσαι, ἔπειτα δὲ καὶ τὸ δέον εἰσηγήσασθαι, καὶ τὸ συνοίσειν μέλλον ὑποδεῖξαι καὶ παραινέσαι. Καὶ τί δεῖ πάντα λέγειν τὰ ὑπ' ἐκείνου γεγενημένα λαμπρῶς; Ὅπως μὲν ὁ βασιλεὺς τὸ προσ εύχεσθαι καὶ τὸν Θεὸν ἱκετεύειν ἀπηγόρευσεν· ὅπως δὲ οὗτος πρότερον ἐννόμως εὐχόμενος, καὶ κρύβδην τοῦτο ποιῶν, ἐπειδὴ δὲ ὁ δυσσεβὴς νόμος ἐτέθη, προ φανῶς τὸν Θεὸν ἀντιβολῶν διετέλει, τοῦ νόμου κα ταγελῶν, καὶ τοῦ νομοθέτου καταφρονῶν. Ὅπως παρεδόθη τοῖς λέουσιν· ὅπως κἀκείνους κατέπληξε ταῖς τῆς εὐσεβείας ἀκτῖσι, καὶ οἷόν τισι κημοῖς τοῖς τῆς θείας εἰκόνος χαρακτῆρσιν ἐπέδησεν