1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

64

κατέχει τὸν στέφανον, καὶ διδάσκει τοὺς ἀγνοοῦντας, ποῖον ἀγῶνα ἠγώνισται· ὁ δὲ πυ κτεύει, καὶ τὸν ἀντίπαλον παίει· ὁ δὲ δηλοῖ διὰ τοῦ σχήματος καὶ τῆς μάστιγος, ὁποίαν μετιὼν τέχνην τῆς νίκης ἔτυχε. Μὴ τοίνυν τούτων ἁπάντων ἀτιμο τέραν ἀποφήνῃς τὴν φύσιν, δι' ἧς τούτων ἕκαστον κατορθοῦται· μηδὲ τῶν ἀνθρώπων ἀδικώτερον τὸν Θεὸν ὑπολάβῃς, δικαιοσύνης ὄντα πηγήν· μηδὲ τοῖς ἀνθρώποις αὐτὸν παραπλησίως τοὺς οἰκείους νικητὰς ὑποπτεύσῃς γεραίρειν. Εἰ γὰρ ἄνθρωποι πολ λάκις, οὐδὲ τὸ δίκαιον περὶ πολλοῦ ποιούμενοι, ἀλλὰ καὶ τούτου λίαν ὀλιγωροῦντες, τοὺς ἐν τοῖς εὐτελέσι τούτοις καὶ ἀκερδέσιν ἀγῶσιν οὕτω τιμᾷν εἰώθασι, πολλῷ μᾶλλον τοὺς λαμπροὺς καὶ μεγάλους τῆς ἀρε τῆς ἀγωνιστὰς, ὁ ταύτης καὶ νομοθέτης, καὶ ἀγωνοθέτης τιμήσει, καὶ στεφανώσει, καὶ τὸ δίκαιον νικήσει τῷ μεγέθει τῶν δωρεῶν. Ἀλλ' οἶδα πόθεν εἰς ταυτηνὶ τὴν βλασφημίαν ἐξώκειλας· ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ταὐτὸν ὁ πηλὸς τῷ κεραμεῖ δύναται, καὶ μὴν ἄμφω μιᾶς ὑπάρχουσι φύσεως· ἀπὸ γὰρ γῆς καὶ οὗτος κἀ κεῖνος. Καὶ μάρτυς ὁ τῷ Ἰὼβ προσδιαλεγόμενος ἄνθρωπος· «Ἐκ τοῦ αὐτοῦ διήρτισαι, λέγων, πηλοῦ σὺ ὡς καὶ ἐγώ.» Ἀλλ' ὅμως καὶ μιᾶς φύσεως οὔσης τοῦ τε πηλοῦ καὶ τοῦ κεραμέως, οὐ τὴν ἴσην δύναμιν ἐν ἀμφοῖν ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ κινεῖ ὁ δὲ κινεῖται, καὶ ὁ μὲν πλάττει ὁ δὲ πλάττεται, καὶ ὁ μὲν κε ράννυσιν ὁ δὲ κεράννυται, καὶ ὁ μὲν εἰδοποιεῖ ὁ δὲ εἰδοποιεῖται καὶ ὡς ἂν ὁ κεραμεὺς ἐθέλοι, μετασχη ματίζεται. Εἰ δὲ ἔνθα μία ἡ φύσις, οὐκ ἴση ἡ δύναμις, πολλῷ μᾶλλον ἔνθα διάφορος ἡ φύσις, διάφορος καὶ ἡ δύναμις· ἀλλὰ γὰρ οὐδὲ συγκρῖναι δυνατὸν τὰ ἀσύγκριτα. Πῶς γὰρ ἂν παραβληθείη τὸ ἐκ μὴ ὄντων τῷ ἀεὶ ὄντι; τὸ ἐν χρόνῳ τῷ πρὸ αἰώνων; τὸ ἐκ πηλοῦ τῷ οὐρανοῦ καὶ γῆς Ποιητῇ; Μὴ τοίνυν τὰ σοὶ λίαν ἀδύνατα, νομίσῃς εἶναι ἀδύνατα καὶ Θεῷ· πάντα γὰρ ἐκείνῃ τῇ φύσει δυνατὰ καὶ λίαν εὔπορα. ∆ύναται τοιγαροῦν, καὶ τὴν ἅπαξ εἰς ἰχῶρα διαῤῥυεῖσαν τοῦ σώματος φύσιν, εἶτα κόνιν γεγενημένην, καὶ πανταχοῦ διασπαρεῖ σαν, ἐν ποταμοῖς, ἐν πελάγεσιν, ἐν οἰωνοῖς, ἐν θη ρίοις, ἐν πυρὶ, ἐν ὕδατι (πάντα γάρ σου τὰ τῆς ἀπιστίας εἰς μέσον φέρω κυήματα), συναγαγεῖν, σὲ 83.736 θέλων πάλιν, καὶ εἰς τὸ πρότερον καὶ μέγεθος καὶ κάλλος ἐπαναγαγεῖν. Ἠθέλησε γὰρ μόνον, καὶ ἐγένετο οὐρανός· καὶ ἐκυρτώθη τοσοῦτον, ὅσον ἠθέλησεν. Ἠβουλήθη, καὶ ὑπεστορέσθη ἡ γῆ, καὶ κρέμαται μόνον τοῦ Θεοῦ τὸν ὅρον θεμέλιον ἔχουσα. «Εἶπε, καὶ ἐγένετο φῶς.» Ἐκέλευσε, καὶ παρήχθη τῶν ὑδάτων ἡ φύσις· προσέταξε, καὶ τῆς γῆς ἀπεκρίθη· ἔνευσε, καὶ ἐκοσμήθη ἡ γῆ, λειμῶσι, καὶ ἄλσεσι, καὶ ληΐοις παντοδαποῖς· εἶπε, καὶ παρ ήχθη ζώων εἴδη μυρία, χερσαῖα, ἔνυδρα, καὶ ἀέρια. Ὁ ταῦτα λόγῳ πεποιηκὼς, ῥᾷον κἀκ τούτων πολλῷ τὴν τοῦ σώματος ἀνίστησι φύσιν· ῥᾷον γὰρ πολλῷ τὸ παλαιωθὲν καινουργῆσαι, ἢ τὰ μὴ ὄντα δίχα ὕλης ποιῆσαι. Εἰ δὲ ἀπιστεῖς, ἐρεῖ σοι Παῦλος ὁ μέγας τῆς οἰκουμένης διδάσκαλος· «Ἄφρον, σὺ ὃ σπεί ρεις, οὐ ζωογονεῖται ἐὰν μὴ ἀποθάνῃ.» Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν λοι πῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. Εἰ δὲ καὶ τὴν τούτου διδασκαλίαν λῆρόν τινα καὶ μῦθον νομίζεις, δέξαι τὴν φύσιν διδάσκου σαν καὶ κηρύττουσαν τὴν ἀνάστασιν. Ὁ γὰρ γηπό νος τέμνει μὲν πρότερον τὰς αὔλακας, καὶ οἷόν τι νας τάφους ὀρύττει, εἶτα καταβάλλει τὰ σπέρματα, καὶ ὥσπερ σώματα τάφῳ παραδιδοὺς, καταχώννυσι· καὶ τούτων πλέον οὐδὲν ἐκεῖνος ἰσχύει ποιεῖν· ἀλλὰ κἂν ὕδατος εὐπορῇ, προσφέρειν τοῦτο δύναται μόνον· ὁ δὲ Θεὸς, ἢ οὐρανόθεν ὕει, ἢ τὸ ἐκ πηγῶν καὶ ποταμῶν ὕδωρ τοῖς σπέρμασι χορηγεῖ· εἶτα ἀρ δεύων ταῦτα καὶ διαβρέχων, καὶ οἷόν τινι σηπεδόνι τοῖς ἀνθρωπείοις σώμασι