1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

9

ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θερα πείαν. Οὕτως ὁ ἥλιος οὐ μόνον εὐφραίνει τῇ προσ βολῇ τῶν ἀκτίνων ἡμᾶς, καὶ τὴν διαφορὰν ἡμᾶς τῶν ὁρωμένων διδάσκει σωμάτων, ὄγκων τε καὶ χρωμάτων, ἀλλὰ καὶ ἀνιᾷ τῇ θερμοτέρᾳ προσ βολῇ τῶν ἀκτίνων· κἂν μὴ τὸν ἀέρα κινήσας ὁ τοῦ 83.580 παντὸς ἡνίοχος αὔρας ἡμῖν ψυχρὰς προσενέγκῃ, ὁ προσκυνηθεὶς οὗτος ὑπὸ τῶν ἀνοήτων ἥλιος ἄρδην ἐμπίπρησιν ἅπαντα, καὶ τὸ ζῇν ἀφαιρεῖται τῶν προσ κυνούντων. Οὐδὲν τοιγαροῦν τῶν στοιχείων αὐτὸ καθ' ἑαυτὸ τῆς ζωῆς τυγχάνει παρεκτικὸν, οὔτε μὴν ἅπαντα κοινῇ κεραννύμενα, δίχα τῆς τὰ πάντα κυβερνώσης δυνάμεως, ἀγαθοῦ τινος αἴτια γίνεται. Ἔστι γὰρ πάλιν ἰδεῖν, εἰς εὔκρατον μὲν τὸν ἀέρα γεγενημένον, ἐπὶ καιρὸν δὲ τὸν ὑετὸν παρασχε θέντα τῇ γῇ, ἀλύπως τὸν ἥλιον ταῖς ἀκτῖσι χρησάμενον, τὰς τῶν ἀνέμων αὔρας κινηθείσας ἐν τάξει, τοὺς γηπόνους ἐπιμελῶς τὴν γῆν γεωργήσαν τας, συνήθως καταβαλόντας τὰ σπέρματα, καὶ οὔτε τὴν γῆν εὐγνωμόνως ἐκτίσασαν τοὺς καρ ποὺς, οὔτε τῶν ἀνθρώπων τὴν φύσιν ἄνοσον διαμεί νασαν. Ταῦτα δὲ ποιεῖ τῶν ὅλων ὁ πρύτανις, πείθων ἡμᾶς μὴ τῇ κτίσει θαῤῥεῖν, μηδ' εἰς αὐτὴν ἀναφέ ρειν τῶν ἀγαθῶν τὴν αἰτίαν, ἀλλὰ τῷ ταύτης ∆η μιουργῷ πιστεύειν. Ἐπειδὴ τοίνυν εἶδες, καὶ τὸν ἀέρα τῆς τοῦ Θεοῦ ἀπολαύοντα προμηθείας, καὶ δι' ἐκεῖνον τοσαύταις ἐτῶν χιλιάσιν ἀρκέσαντα, καὶ μήτε ὑπὸ τῶν ἀναπνεόντων ζώων δαπανηθέντα, μήτε ἐκτὸς τῶν συνεχόντων αὐτὸν σωμάτων ἐκρεύσαντα, δεῦρό σε πρὸς τὴν γῆν ἀγάγωμεν, τὴν κοινὴν τρο φὸν, καὶ μητέρα, καὶ τάφον· ἐξ ἧς σου τὸ σῶμα τὸ πήλινον, καὶ τὸ στόμα τὸ κατὰ τοῦ Πλάστου λαλοῦν μεγάλα, κατὰ τὴν τοῦ ∆ανιὴλ ὀπτασίαν. Βλέπε τοιγαροῦν ταύτης πρὸ τῶν ἄλλων ἁπάντων τὴν θέσιν, καὶ τῶν σχημάτων τὴν ποικιλίαν. Οὔτε γὰρ ὑπτία πᾶσα, οὔτε προσάντης, ἀλλ' εἰς ὄρη, καὶ νάπας, καὶ πεδία διῄρηται. Ἴδοι δ' ἄν τις πεδίων ἐν μέσῳ μεγάλων λόφους εἰς ὕψος ἐγηγερμένους, καὶ μεταξὺ τῶν ὀρῶν, πρηνεῖς τινας τόπους καὶ λείους, ἐν κόλπων τινῶν θαλαττίων σχήματι. Καὶ τὰ ὄρη δὲ αὐτὰ πρὸς τὴν χρείαν τῶν ἀνθρώπων διεῖλεν ὁ Ποιητὴς, καὶ εἰς κρημνοὺς διαστήσας βα θεῖς, τοῖς χειμερίοις ὕδασι τὰς πορείας ἐμηχανή σατο, καὶ τοῖς ἀνθρώποις εὐπόρους ἐν ταῖς δυσχω ρίαις τὰς ὁδοὺς ἐτεκτήνατο. Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν. Καὶ τὸ ποικίλον τῆς θέσεως οὐ τρέφει μόνον, ἀλλὰ καὶ τέρπει τῶν ἀνθρώπων τὰς ὄψεις· φιλεῖ γὰρ τὰ μονοειδῆ ταχὺν ἐπάγειν τὸν κόρον. Εἰπέ μοι, τίς ὁ ταῦθ' οὕτω διακοσμήσας; τίς ὁ τοσ αύτην αὐτοῖς ἐναποθέμενος δύναμιν, ὥστε τοσού τους ἐνιαυτῶν κύκλους μὴ δαπανῆσαι τὸν θησαυρόν; τίς ὁ τὰ ὄντα διαφυλάττων ἀκίνητα; τίς ἐπείγει τῶν ποταμῶν τὰ ῥεύματα; τίς ὠθεῖ τῶν πηγῶν τὰς ὠδῖνας; Βλέπε ταύτας ὧδε μὲν, ἐν ταῖς τῶν ὀρῶν κορυφαῖς ἀναβλυζούσας, καὶ ἄνωθεν κάτω προχεούσας τὰ ῥεύματα· ἐκεῖ δὲ, οὐδ' ἐν ταῖς 83.581 ὑπωρείαις φαινομένας, ἀλλ' ἐκ βαθυτάτων φρεάτων παρεχούσας τοῖς ἀνθρώποις τὰ νάματα. Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρω ρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφά νειαν· ἀλλ' ὀρύττεις μὲν καὶ βαθύνεις τὰ φρέατα, ἀπολαύεις δὲ τῶν ὑδάτων κάτωθεν ἀνιμώμενος· ὁμόδουλος γὰρ, ἀλλ' οὐ ποιητὴς τῶν στοιχείων ὑπάρχεις. Τῷ δὲ Ποιητῇ ῥᾴδιον, οὐκ εἰς ἀκρώρειαν μόνον, ἀλλὰ καὶ εἰς ἀέρα μέσον ἀνασπᾶσαι τῶν ὑδάτων τὴν φύσιν, καὶ τὴν πικρὰν γλυκᾶναι, καὶ πῆξαι τὴν λελυμένην, καὶ λῦσαι τὴν δεδεμένην, καὶ τὴν συνεχῆ διακρῖναι, καὶ τὴν ῥοώδη στῆσαι, καὶ τὴν κάτω φέρεσθαι πεφυκυῖαν ἀνατρέχουσαν δεῖξαι, καὶ τὴν ψυχρὰν δίχα πυρὸς θερμῆναι. Καὶ ταῦτα ποιεῖ διὰ σὲ τὸν ἀχάριστον, ἵν' ἔχῃς ἀπο λαύειν καὶ θερμῶν ἀχειροποιήτων, ἵνα τὰ τοῦ σώ