1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

77

περὶ τοῦ Χριστοῦ διδασκαλίᾳ, ἀλλὰ καὶ λίαν ἀντ έπραξαν, καὶ τοῖς ἐξ ἐθνῶν πείθεσθαι βουλομένοις ἐμποδὼν ἐγένοντο. Ἀλλ' εἴ τις ἀκριβῶς ἐξετάσαι 83.772 θελήσειε, καὶ τὴν ἐναντίωσιν Ἰουδαίων σύμμαχον εὑρήσει τῆς τῶν ἐθνῶν πίστεως γινομένην. Ἡ γὰρ πρὸς Ἰουδαίους διάλεξις, καὶ ἡ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀπόδειξις, σαφὴς μὲν ἔλεγχος τῆς τούτων ἀνοίας ἐγίνετο, ὑπεδείκνυε δὲ τοῖς ἐξ ἐθνῶν ἄνωθεν τὴν χριστιανικὴν πολιτείαν κεκηρυγ μένην. Καὶ ἡ παρὰ τῶν ἐχθρῶν μαρτυρία ἀξιόπιστον ἐποίει τὸν κηρυττόμενον λόγον. Ἔφερον γὰρ οἱ τοῦδε τοῦ λόγου κήρυκες εἰς μέσον, καὶ Ἀβραὰμ τὸν πα τριάρχην, ταύτας τὰς ἐπαγγελίας δεξάμενον, καὶ Ἰσαὰκ τὸν τῆς ἐπαγγελίας καρπὸν, καὶ τὸν Ἰακὼβ ταύτην τὴν εὐλογίαν παρὰ τοῦ πατρὸς κομισάμενον, καὶ τὸν Ἰούδαν, τὸν πατρῷον τῆς εὐλογίας κλῆρον διαδεξάμενον, καὶ τὸν Μωσέα ταῦτα προειρηκότα, καὶ τὸν βασιλέα ∆αβὶδ ταῦτα προθεσπίσαντα, καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν ταῦτα προαγορεύσαντας, καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλ ταῦτα διὰ τοῦ πνεύματος προ κηρύξαντας, καὶ ἅπαντα τῶν προφητῶν τὸν χορὸν τὰ ἡμέτερα σαφῶς προμηνύσαντα. Ὁρῶντες δὲ οἱ ἀκούοντες, συνομολογοῦντας μὲν Ἰουδαίους θείας εἶναι ταύτας φωνὰς, βλέποντες δὲ καὶ τὰς ἐν τῷ ὀνό ματι τοῦ Χριστοῦ τελουμένας εὐεργεσίας, καὶ ἐχέγγυα λαμβάνοντες τῶν λόγων τὰ σημεῖα, ἐδέ χοντο μὲν ῥᾳδίως τὸ κήρυγμα, ἐπίστευον δὲ τῷ κη ρυττομένῳ Θεῷ, τὴν δὲ Ἰουδαίων ἐβδελύττοντο βδε λυρίαν. Οὐκοῦν οὐ μόνον ἐμποδὼν οὐ γέγονεν ἡ Ἰου δαίων ἀπείθεια τῷ θείῳ κηρύγματι, ἀλλὰ καὶ δι' ὧν ἀντιτείνειν ἐπεχείρουν, ἀξιόπιστον τὸν λόγον εἰργά ζοντο. Ἡ γὰρ ἀντιλογία τὰς ∆εσποτικὰς μαρτυρίας εἰς μέσον ἄγεσθαι κατηνάγκαζεν· ἐκεῖναι δὲ τὸ ψεῦ δος διήλεγχον, καὶ τῆς ἀληθείας τὸ φῶς ὑπεδείκνυσαν. Ἄνωθεν τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ἀνθρώ πων οἰκονομῶν διετέλεσε σωτηρίαν, καὶ ἑκάστῳ καιρῷ τὴν πρόσφορον προσήνεγκε θεραπείαν. Καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος· «Ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, μέχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Ὅτε δὲ ἦλθε τὸ πλή ρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱο θεσίαν ἀπολάβωμεν.» Ὅτι δὲ ἐπὶ ταύτην τὴν οἰ κονομίαν οὐκ ἐκ μεταμελείας ἐλήλυθεν, ἀλλ' ἄνωθεν οὕτω διέταξεν, ὁ αὐτὸς διδασκέτω μάρτυς, Κοριν θίοις ἐπιστέλλων καὶ γράφων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταρ γουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ 83.773 ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Οὐ γὰρ ἂν φθονοῦντες τῇ τῶν ἀνθρώπων εὐημερίᾳ, πρόφασιν αὐτοῖς τῆς ἄγαν εὐκληρίας παρέσχον· ἀλλ' ἀγνοοῦντες τοῦ μυστηρίου τὸ τέλος, ἐπεμάνησαν μὲν τῷ Σωτῆρι τῶν ἡμετέρων ψυχῶν, ἄκοντες δὲ τῶν ἄκρων ἀγαθῶν ἡμῖν ἐγένοντο πρόξενοι. Οὐκοῦν ἀπεκρύπτετο μὲν τὸ μυστήριον, πρὸ δὲ τῶν αἰώνων προ ώριστο. Ταῦτα τοίνυν εἰδότες, καὶ διὰ πάντων τὴν τοῦ Θεοῦ προμήθειαν καταμαθόντες, καὶ τὴν ἀστάθμητον αὐτοῦ φιλανθρωπίαν ὁρῶντες, καὶ τὸν ἀμέτρητον βλέποντες ἔλεον, παύσασθε λυττῶντες κατὰ τοῦ κτίσαντος, μάθετε τὸν εὐεργέτην ὑμνεῖν, λόγοις εὐ γνώμοσι τὰς μεγάλας εὐεργεσίας ἀμείψασθε. Θύσατε τῷ Θεῷ θυσίαν αἰνέσεως· μὴ μολύνητε βλασφημίᾳ τὴν γλῶτταν, ὄργανον ὑμνῳδίας ποιήσατε τὴν εἰς τοῦτο γεγενημένην. Τῶν θείων οἰκονομιῶν τὰς μὲν φαινομένας προσκυνεῖτε, τὰς δὲ κεκρυμμένας μὴ πολυπραγμονεῖτε, ἀλλ' ἀναμείνατε τὴν μάθησιν εἰς καιρὸν ἐσομένην.