1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

48

καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαί νουσαν ἤθεσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἐκείνων τῶν εὐ σεβῶν ἀκοῦσαι ῥημάτων. «Κύριε, γὰρ, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ἰδοὺ ἐγὼ ἕστη κα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, Ἐπί κλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ.» Τίς οὐκ ἂν ἀγασθείη τῆς εὐσεβείας τὸν ἄνδρα; μᾶλλον δὲ τίς ἂν ἀξίως τῶν εἰρημένων ἕκαστον εὐφημήσειεν; Ἔστι γὰρ ἰδεῖν κατὰ ταὐτὸν πίστει καὶ σοφίᾳ καὶ εὐσεβείᾳ τὴν εὐχὴν κοσμουμένην. Τὸ γὰρ πᾶσιν ἐῤῥῶσθαι φρά σαντα καὶ τῇ τοῦ Θεοῦ προμηθείᾳ τὴν τῆς ἐκ δημίας ὑπόθεσιν ἀναρτῆσαι, πῶς οὐκ εὐσεβείας ἐστὶ καὶ σοφίας τῆς ἀνωτάτω; Τὸ δὲ τῇ τοῦ δεσπότου θαῤῥῆσαι δικαιοσύνῃ, καὶ τούτου καλέσαι Θεὸν τὸν κοινὸν ἁπάντων Θεὸν, καὶ δι' ἐκεῖνον ἐλπίσαι τέ λος πάντως λήψεσθαι τὴν εὐχὴν, καὶ τὴν αἴτησιν εἰς πέρας ἀχθήσεσθαι, ποίαν πίστεως ὑπερβολὴν καταλεί πει; Τετυχηκὼς δὲ ὧν ᾔτησε, θεοφιλὴς ἀποδέδεικται. Οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔτυχεν, εἰ μὴ λίαν ἦν εὔνους τῷ δεδωκότι· τὴν εὔνοιαν δὲ ἡ τῆς ψυχῆς ἐδημιούργη σεν ἀρετή. Ὅτι τετύχηκε, καὶ παραυτίκα τετύ χηκεν, ἡ ἱστορία διδάσκει. Εἰς γὰρ τῆς εὐχῆς τὸ τέλος ἔφθασεν ἡ Ῥεβέκκα, καὶ τὸ τῆς φιλοξενίας ἐπιδεί κνυσι σημεῖον· καὶ σμικρὸν ὕδωρ αἰτηθεῖσα, καὶ τὰς καμήλους ἁπάσας ποτίζειν ἐπείγεται· καὶ μετὰ πόνου τὸ ὕδωρ ἀνιμωμένη, λογικῶν καὶ ἀλόγων θε ραπεύει τὸ δίψος, ἀνδρίαν ὁμοῦ καὶ φιλανθρωπίαν ἐπιδεικνυμένη, καὶ τῆς ἐν τῷ λόγῳ τῆς εὐχῆς ζω γραφηθείσης κόρης ἀρχέτυπον φαινομένη, καὶ τῆς Ἀβραμιαίας οἰκίας ἀξία δεικνυμένη, καὶ τῷ φιλοξένῳ κηδεστῇ συνομολογοῦσαν κεκτημένη τὴν γνώμην. Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα. Ταῦτα ᾔτησε, ταῦτα ἔλαβε. Καὶ οὐδὲ 83.692 εὐθὺς ἀβασανίστως ἔλαβεν, ἀλλ' ἐξετάζων τῶν γινομένων ἕκαστον, ἰδεῖν, φησὶν, ἐβούλετο, εἰ εὐ ώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Ἐπειδὴ δὲ ἅπαν τα εἶδεν ἃ ᾔτησε σημεῖα, οὐδὲ οὕτως ἔδωκε πρὸ τῆς ὑμνῳδίας τῆς μνηστείας τὰ σύμβολα, οὐδὲ ὑφ' ἡδο νῆς ἡττηθεὶς, ἐπελήσθη τοῦ δεδωκότος. Ἀλλὰ τὸ δῶρον βλέπων, βλέπειν ἐπίστευε καὶ τὸν τοῦ δώρου δοτῆρα, καὶ πρότερον ἐκεῖνον εἰς δύναμιν ὕμνησεν, εἶθ' οὕτως τὸ δῶρον ἐδέξατο. Πυθόμενος γὰρ τίς τε εἴη, καὶ ἐκ τίνος ἔφυ, καὶ μαθὼν ὅτι Βαθουὴλ μὲν ἔστι θυγάτηρ, ἔχει δὲ καὶ καταγωγὴν καὶ χιλὸν ταῖς καμήλοις ἀρκοῦντα, «Σπεύσας, φησὶν, ὁ παῖς προσεκύνησε, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὑτοῦ, καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου, ἐμέ τε εὐώδωκεν εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.» Ἐπειδὴ γὰρ ὧν ᾔτησεν ἔλαβε πλείονα, οὐ γὰρ μόνον ὕδωρ ἔδωκεν ἡ κόρη, ἀλλὰ καὶ καταγώγιον δώσειν αὐτομάτως ἐπηγγείλα το, καὶ τροφὴν καὶ αὐτῷ καὶ ταῖς καμήλοις παρέξειν ὑπέσχετο, καὶ τὴν συγγένειαν, ἣν οὐκ ᾔτησε, μεθ' ὧν ᾔτησεν εἶδε παραχθεῖσαν, ὕμνοις οἷς ἠδύνατο, τὸν τῆς χάριτος ἠμείβετο χορηγὸν, καὶ ταῖς θείαις ἐπαγγελίαις τὸ ἀψευδὲς ἐμαρτύρει. «Εὐλογητὸς γὰρ, φησὶν, ὁ Κύριος, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου Ἀβραάμ.» ∆ίκαιος μὲν γὰρ, φησὶν, ὑπάρχεις, πλείονα τῶν εὐσεβῶν ποιούμενος ἐπιμέλειαν, καὶ τὸν σὸν μὲν εὔνουν οἰκέτην, ἐμὸν δὲ χρηστὸν δεσπότην,