1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

67

ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσά μενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμε θα· οὐδεμίαν λοιπὸν, ἅτε δὴ παθῶν ἀπηλλαγμένοι, καὶ τῶν ἀγώνων ἔξω γινόμενοι, δεχόμενοι τὴν βλά βην. Μὴ τοίνυν τῶν ἀνεφίκτων κατατολμήσωμεν, ἀλλ' οἷς εἰλήφαμεν στέρξωμεν, καὶ ὡς χωροῦμεν, τὸν ἀγαθὸν ἡμῶν ∆εσπότην ὑμνήσωμεν, καὶ οἷς ἔχομεν, τὸν εὐεργέτην αἰνέσωμεν. Ὁρῶμεν ἄνδρας ἀρετῆς ἐργάτας ἐν εὐκλείᾳ ζῶντας καὶ τιμῇ καὶ θε ραπείᾳ; Προσκυνήσωμεν τὸν τῆς ἀρετῆς νομοθέτην, καὶ ἀγωνοθέτην, ὀρθῶς αὐτὴν καὶ δικαίως ἀνακηρύτ τοντα. Θεωροῦμεν ἄλλους, τὸν αὐτὸν μὲν βίον προ αιρουμένους, οὐ τῶν αὐτῶν δὲ παρὰ ἀνθρώποις ἀπο λαύοντας; Μὴ δυσχεράνωμεν, ὦ φιλότης, ἀλλὰ πι στεύσωμεν αὐτοὺς μὲν καλῶς ἀγωνίζεσθαι τῆς καρ τερίας τὸν ἆθλον, ἀνακηρύττεσθαι δὲ διὰ τούτου εἰς τὸν προσδοκώμενον βίον, ὡς ἐν τῷ πρὸ τοῦδε διεξ εληλύθαμεν λόγῳ· καὶ μὴ βλασφήμους κατὰ τῆς Προ νοίας ἀκοντίσωμεν λόγους. Ἄτοπον γὰρ, καὶ πολλῆς 83.744 γέμον ἀβελτηρίας, μᾶλλον δὲ μανίας ἐσχάτης, αὐτοὺς μὲν ἐκείνους διὰ τρικυμιῶν πλέοντας, καὶ ὑπὸ καταιγίδων βαλλομένους, καὶ μετὰ πολλῆς δυσ κληρίας τὸν βίον ὁδεύοντας, τὸν κυβερνήτην ὑμ νεῖν· τοὺς δὲ ἔξω βελῶν, τὸ δὲ λεγόμενον, καθημέ νους, καὶ θεατὰς μᾶλλον ἢ ἀγωνιστὰς γενομένους, τὸν ἀγωνοθέτην λόγοις βάλλειν βλασφήμοις, ἐπειδὴ τοῖς ἔργοις οὐ δύνανται. Ὅτι δὲ τῆς εὐσεβείας οἱ τρόφιμοι, οὐκ ἐξ οὐρίων μόνον φερόμενοι, ἀλλὰ καὶ κλύδωνι καὶ χειμῶνι παλαίοντες, τὸν τῶν ὅλων ὑμνοῦσι Θεὸν, ἔστιν ἀκοῦσαι τοῦ μακαρίου βοῶν τος ∆αβὶδ, ἀνδρὸς ἐν πολέμοις τὸν βίον ἅπαν τα καταναλώσαντος, καὶ μυρίαις ὅσαις προσπα λαίσαντος συμφοραῖς· «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;» Ἔστι δὲ ἀκοῦ σαι καὶ τοῦ θεσπεσίου ∆ανιὴλ, καὶ τῶν ἁγίων ἐκείνων μειρακίων, ἐν αὐτῇ τῇ τῶν δεινῶν ἐκεί νων προσβολῇ τὸν Θεὸν ἀνυμνούντων, καὶ τῶν ἁμαρτημάτων, ὧν οὐκ ἦσαν ἐργάται, τὴν μνή μην εἰς μέσον φερόντων, καὶ δίκας τίνειν ὑπὲρ ὧν ἐπλημμέλησαν ὁμολογούντων, ἀλλὰ οὐ στεφάνων σφᾶς αὐτοὺς ἀξίους εἶναι λεγόντων, οὐδὲ δυσχεραι νόντων τὰ τῆς δίκης ζυγά. Λιμῷ πιεζόμενος ὁ μέ γας Ἀβραὰμ ὁ πατριάρχης, ὁ τὰς ὑποσχέσεις ἐκεί νας θεόθεν δεξάμενος, ἔφερε γενναίως τὴν τοῦ λιμοῦ προσβολήν. ∆ὶς τῆς ὁμόζυγος στερηθεὶς, καὶ παρὰ βαρβάροις ἀνθρώποις ταύτην ὁρῶν, χάριν τῷ καλέ σαντι ὁμολογῶν διετέλεσε, καὶ τῶν ὑποσχέσεων ἀνα μένων τὸ τέλος, ἀσμένως ὑπερέπλεε τῶν κυμάτων. Καὶ τίς ἂν ἐφίκοιτο λόγος τῆς τούτου μεγαλοψυχίας; Τίς δὲ αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πρὸς ἀξίαν θαυ μάσειε; Τοῖς φιλομαθέσι τοίνυν καταλιπὼν τὴν τῆς ἱστορίας ἀνάγνωσιν, καὶ καταμαθεῖν ἀκριβῶς τὴν τούτου καὶ τὴν ἐκ τούτου ἀνδρίαν, καὶ καρτερίαν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, φιλοπονίαν τε καὶ φιλοθεΐαν, καὶ ἁπαξαπλῶς τὸ ὕψος τῆς ἀρε τῆς, ἐπὶ τοὺς τῆς Νέας ∆ιαθήκης βαδιοῦμαι τῷ λόγῳ. Βλέπε τοίνυν τὸν Πέτρον καὶ Ἰωάννην, τοὺς πύρ γους τῆς εὐσεβείας, τοὺς στύλους τῆς ἀληθείας, τοὺς τῆς Ἐκκλησίας τὴν οἰκοδομὴν ὑπερείδοντας, ὑπὸ μὲν Ἰουδαίων μαστιγουμένους, χαίροντας δὲ καὶ γεγηθότας, «Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.» Ὁ γὰρ ταῦτα συγγε γραφὼς, εἰρηκὼς ὅτι ῥάβδοις ᾐκίσθησαν, οὐκ ἔφη καρτερῶς αὐτοὺς φέρειν καὶ γενναίως τὰς μάστιγας, ἀλλὰ χαίροντας ἐξεληλυθέναι, καὶ γαννυμένους. ∆ιαφορὰν δὲ πολλὴν ἔχει τὸ χαίρειν πρὸς τὸ φέρειν. Φέρει μὲν γάρ τις πολλάκις τὴν τῶν ἀνιαρῶν προσ βολὴν, ἀλλ' ὀδυνώμενος καὶ ἀνιώμενος· ὁ δὲ χαίρων κηρύττει τὴν τῆς ψυχῆς θυμηδίαν. Οὕτω καὶ ὁ μα κάριος Παῦλος ἐβόα, ἡ μεγίστη τοῦ κηρύγματος σάλπιγξ· «Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν 83.745 ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ.» Καὶ οὐκ εἶπε, Φέρω, ἢ Καρτερῶ, ἀλλ' «Εὐδοκῶ,» ὅπερ πολλὴν σημαίνει τῆς ἡδονῆς τὴν ἐπίτασιν. Καὶ ἑτέρωθι