1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

54

τῆς ἀπει λῆς ἀφελόμενος, καὶ πάντας ἔξω γενέσθαι τοῦ δικαστηρίου κελεύσας· «Ἐγὼ, φησὶν, εἰμὶ Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν εἰς Αἴγυπτον ἀπέδοσθε.» Καὶ ἵνα μὴ παραυτίκα τῷ δέει καταπλαγέντες, τὸν τῆς ἀποπληξίας ὑπομείνωσιν ὄλεθρον, εὐθὺς ἐπήγαγε λέγων· «Καὶ νῦν μὴ φοβεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω· εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν.» Ἐπειδὴ γὰρ ᾔδει πάσης αὐτοὺς ἀπολογίας γεγυμνωμένους, καὶ τὴν γλῶτταν αὐτῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένην, αὐτὸς ὁ τὰ μυρία ἐκεῖνα πεπονθὼς δεινὰ, τὴν μὲν κατηγορίαν ἐᾷ, τὴν δὲ ἀπολογίαν εἰσφέρει. «Εἰς γὰρ ζωὴν ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ἵνα διατραφῇ λαὸς πολύς.» Οὐχ ὑμῶν, φησὶ, τὸ ἔργον, ἀλλὰ τοῦ Θεοῦ. Μὴ δυσχεραίνετέ μου τὴν δουλείαν, θείαν οὖσαν οἰκονομίαν. Ἀπόθεσθε τὸ δέος· οὐδὲν ἐντεῦθεν γεγέ νηται χαλεπόν. Πάσης τῆς Αἰγύπτου τὴν ἡγεμονίαν 83.708 ἐδεξάμην διὰ δουλείας· διὰ ταύτης ἔχω βασιλείας τὰ δεύτερα, καὶ τὰς ἡνίας κατέχειν ἔθνους τοσούτου πεπί στευμαι. Τοιοῦτος οὗτος, καὶ δουλεύων, καὶ βασιλεύων· τοιοῦτος ἐν εὐκληρίᾳ καὶ δυσκληρίᾳ· τοιοῦτος κακο πραγῶν καὶ λίαν εὐημερῶν. Οὐκοῦν οὐ πλοῦτος, οὐδὲ δεσποτεία, οὐ πενία, οὐδὲ δουλεία τὴν κακίαν γεννῶσιν, ἀλλὰ πανταχοῦ κρατεῖ τὸ τῆς γνώμης αὐθαίρετον. Ὅτι δὲ οἰκετῶν ἀρετὴν δεσποτῶν οὐ λυμαίνεται πονηρία, καὶ ἀφ' ἑτέρων παραδειγμάτων καταμαθεῖν εὐπετές. Τίς ἀγνοεῖ τῶν τὰ θεῖα πεπαιδευμένων, τοῦ Ἀχαὰβ τὴν πονηρίαν, καὶ τῆς Ἰεζάβελ τὴν δυσσέβειαν, καὶ τὴν κατὰ τοῦ Θεοῦ λύτταν; Ἀλλ' ὅμως τούτοις Ἀβδιοὺ δουλεύων, καὶ παρὰ τούτων οἰκονο μίαν τινὰ πεπιστευμένος, οὐ μόνον τοῖς δεσποτικοῖς οὐκ ἠκολούθησεν ἴχνεσιν, ἀλλὰ καὶ τὴν ἐναντίαν ἐκείνοις ὁδεύων διετέλεσεν. Οἱ μὲν γὰρ κατὰ τῶν τοῦ Θεοῦ προφητῶν μεμηνότες, ἅπαντας ἠπείγοντο παραδιδόναι σφαγῇ, καὶ τρυφὴν ἡγοῦντο τῶν τοῦ Θεοῦ θεραπευτῶν τὴν ἀναίρεσιν, παντελῶς τὸν τῆς εὐσεβείας σπινθῆρα κατασβέσαι φιλονει κοῦντες. Ὁ δὲ, ταῖς τῶν δεσποτῶν ἀνοσιουργίαις ἀντηγωνίζετο, καὶ τῆς εὐσεβείας τὸν πυρσὸν σῶον φυλάττειν ἐσπούδαζε, καὶ προφήτας ἑκατὸν ἐν δύο σπηλαίοις κατακρύψας ἔτρεφε, λιμοῦ χαλεποῦ τηνι καῦτα τὴν οἰκουμένην κατέχοντος, ὃν ὁ μέγας Ἠλίας ἐπεστράτευσε τοῖς ἀνθρώποις, δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. Καὶ οὔτε τῶν δεσποτῶν αὐτὸν ἡ θηριώδης ἐφόβησεν γνώμη, οὔτε τῶν εὐσεβῶν ἐξεδειμάτωσεν ἡ σφαγὴ, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, μικρολόγον αὐτὸν περὶ τὴν τῶν ἁγίων προφητῶν θεραπείαν ἀπ έφηνεν· ἀλλ' ἐκείνους μὲν τῆς ὠμότητος ἐβδελύττετο, τούτοις δὲ τὴν αὐτάρκη προσέφερε χρείαν, τῆς οἰ κείας ἀσφαλείας τὴν ἐκείνων προαιρούμενος σωτη ρίαν, καὶ θάνατον ἡγούμενος τὴν ἄνευ ἐκείνων ζωήν. Καὶ ἐν οἷς μὲν οὐκ ἐπολεμεῖτο Θεὸς, οὐδαμῶς τὴν πρέπουσαν διακονίαν τοῖς δεσπόταις προσέφερε· τοὺς δὲ κατὰ τοῦ πάντα πεποιηκότος τιθεμένους νόμους καταγελάστους ἡγούμενος, τοὺς μὲν τιθέντας ἐμίσει, τοὺς δὲ δρᾷν τὸ κελευόμενον ἀναγκαζομένους ἠλέει· ὀλεθρίαν δὲ τὴν τοιαύτην διακονίαν ἡγούμενος, τοὺς ἀναιρεῖσθαι κελευομένους σωτηρίας ἠξίου, τὴν μετ' εὐσεβίας τελευτὴν τῆς σὺν ἀσεβείᾳ ζωῆς τιμιω τέραν ἡγούμενος. Οὐκοῦν οὐκ ἔβλαψεν αὐτὸν ἡ τῶν δεσποτῶν βδελυρία, ἀλλ' ἐπίσημον ἀπέφηνε καὶ περί βλεπτον τῶν κυρίων ἡ πονηρία. Οὐδὲν γὰρ γνώμης προαιρουμένης εὐσεβεῖν ἰσχυρότερον, οὐδὲν δυνατώ τερον ψυχῆς κακίᾳ δουλεύειν οὐ βουλομένης. Ἀλλὰ γὰρ οὐκ οἶδα τί πάθω, τῆς τῶν ἀρίστων ἀνδρῶν ἀρετῆς βιαζομένης τὸν λόγον, καὶ πέρα τοῦ μέτρου μηκύνειν ἀναγκαζούσης. Φέρε τοίνυν τοῦτον ἑλ κύσαντες, ἐφ' ἕτερον μεταβῶμεν παράδειγμα. Σεδεκίας τις ἔσχατος ἐγένετο βασιλεὺς τῶν Ἰουδαίων, πολλὴν καὶ αὐτὸς νοσήσας ἀσέβειαν, καὶ τῶν θείων χρησμῶν ἐπαΐειν οὐκ ἀνεχόμενος. Οὗτος τὸν θειότατον Ἱερεμίαν, τηνικαῦτα προφητεύοντα, καὶ διαπορθμεύοντα τοῖς ἀνθρώποις τοῦ Θεοῦ τὰ θεσ 83.709 πίσματα, εἰς λάκκον καθῆκε