1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

17

καθημένην, καὶ οἷόν τινα πλοῦτον καὶ θησαυ ρὸν ἐν ἰσχυροτάτῳ φρουρίῳ φυλάττουσαν τὸν ἐγκέ φαλον. Τὸ γὰρ κρανίον οἷον ἕρκος καὶ κράνος· ἐπ ώνυμον γὰρ τούτου τὸ κράνος, πρὸς τὴν τούτου μί μησιν κατεσκευασμένον· τῷ ἐγκεφάλῳ περικείμενον, τὴν ἔξωθεν ἐπερχομένην βλάβην εἰς δύναμιν ἀπείργει. Ἵνα δὲ μὴ ὑπὸ τῶν ὀστῶν, σκληρῶν ὄντων καὶ ἀντι τύπων, μαλακὸς ὢν λίαν οὗτος, καὶ κομιδῇ χαῦνος, λώβην τινὰ νυττόμενος δέξηται, δύο αὐτῷ περιέθηκε χιτῶνας, ἃς μήνιγγας ἰατρῶν ὀνομάζουσι παῖδες. Ἀλλὰ τὴν μὲν λεπτοτάτην καὶ χοροειδῆ καλουμέ νην, συνέφυσεν αὐτῷ, καὶ λίαν αὐτῷ προσψαύειν πεποίηκε, καὶ συνέχειν αὐτὸν δυναμένην, καὶ πλη κτικὴν οὐκ ἔχουσαν δύναμιν διὰ τὴν ἄγαν λεπτότητα· τὴν δὲ ἑτέραν στεγανὴν μὲν καὶ ἰσχυρὰν ἐποίησεν, ἐγκεφάλου δὲ αὕτη καὶ κρανίου τὴν μέσην ἀπεκλή ρωσε χώραν, ἵνα μήτε λυπῇ τὸν ἐγκέφαλον σκληρο τέραν ἔχουσα τὴν οὐσίαν, μήτε ὑπὸ τῶν ὀστῶν λυ πῆται, μαλακωτέραν ἐκείνων ἔχουσα φύσιν. Ὁ μὲν οὖν ἐγκέφαλος, οἷόν τις πλοῦτος, ὡς ἔφην, ἐν τῇ κε φαλῇ καθάπερ ἐν ἀκροπόλει φυλάττεται. Ἐπειδὴ δὲ ἔδει τῷ φρουράρχῳ νῷ καὶ κατασκόπων, τά τε πο λέμια καὶ τὰ φίλια προορώντων, δέδωκε καὶ τούτους ὁ Ποιητὴς, καὶ οὐχ ἑνὶ ταύτην τὴν περιωπὴν ἐνεχεί ρισεν, ἀλλὰ δύο φύλακας ἔστησε, καὶ τῷ μὲν τὰ δεξιὰ, τῷ δὲ τὰ εὐώνυμα καραδοκεῖν καὶ περισκοπεῖν ἐνο μοθέτησεν. Ἐπειδὴ δὲ καὶ οὗτοι φυλάκων ἐδέοντο, καὶ ἐπάλξεων, καὶ προμαχώνων καὶ χαρακώματος, οὐδὲ τούτων ὁ τῆς πόλεως ταύτης ἠμέλησε Ποιητής· ἀλλ' ἐπέθηκε τοῖς ὀφθαλμοῖς, οἷς τὴν ὀπτικὴν ἐν εχείρισεν αἴσθησιν, οἷόν τινας ἐπάλξεις καὶ προμα χῶνας, τῶν ὀφρύων τὰς προβολὰς, ὑφ' ἃς κρυπτόμε νοι περισκοπεῖν ἀσφαλῶς τὰ πόῤῥωθεν δύνανται. Ταύταις δὲ ταῖς ἐπάλξεσιν, οἷόν τινα ὄροφον τῶν ἄνωθεν ἐπιπεμπομένων ὑετῶν, ἐνέφυσε τρίχας τι νὰς λεπτὰς, καὶ ἐπὶ τὸ ἔξω τοῦ προσώπου νενευκυίας, τὸν ἐκ τοῦ μετώπου καταῤῥεόμενον ἱδρῶτα δεχομένας, ἀλλήλαις δὲ παραπεμπούσας, καὶ διὰ τῶν κροτάφων ἀποσταζούσας, καὶ τοὺς ὀφθαλ μοὺς ταύτης ἐλευθερούσας τῆς λώβης. Ἐπειδὴ δὲ καὶ πανοπλίας οἱ φύλακες ἐδέοντο, περιτίθησι μὲν αὐτοῖς τοὺς τῶν βλεφάρων χιτῶνας, καθάπερ δὲ δόρατα καὶ βέλη τὰς βλεφαρίδας συντίθησιν, οὐκέτι ὁμοίως ταῖς ὀφρύσι κεκλιμένας, ἵνα μὴ ἀντὶ προμά χων ἐπίβουλοι γίνωνται· οὔτε μὴν κατ' εὐθεῖαν γραμμὴν τεταμένας, ἵνα μὴ ἀλλήλαις ἐν τῇ μύσει τῶν βλεφάρων προστρίβωνται, ἀλλ' ἐπὶ τὸ ἔξω βραχύ τι νενευκυίας, ἵνα τῶν λεπτοτάτων σωμάτων ἀπ ωθῶ[ν]ται τὴν βλάβην. Ἀνέμου γὰρ σφοδρότερον πνέον τος, καὶ κόνις οὐ λεπτὴ μόνον, ἀλλὰ καὶ παχυτέρα 83.604 κινεῖται, καὶ κάρφη, καὶ ἕτερα τοιαῦτα· ἐπίασι δὲ καὶ κώνωπες, καὶ ὅσα τοιαῦτα ζωΰφια, καὶ τὰς βλεφαρίδας ὁρῶντα καθάπερ σκόλοπας, δραπετεύει. Οὕτω καὶ τοὺς ἀστάχυας καθώπλισεν ὁ τῶν ἁπάν των ∆ημιουργός· ταῖς γὰρ θήκαις τῶν πυρῶν ἐπι θεὶς τοὺς ἀνθέρικας, οὐκ ἐᾷ τὰ σπερμολόγα τῶν ὀρνίθων σφόδρα λυμαίνεσθαι τῷ καρπῷ· ἀλλ' οἷόν τισιν αἰχμαῖς δοράτων δεδίττεται, καὶ δραπετεύειν ποιεῖ. Ἀλλ' ἴσως ἂν εἴποις ἀχαριστίαν νοσῶν· Τί τοίνυν μοι πλέον τῶν ἀσταχύων κεχάρισται; Ἀλλὰ καὶ τῶν ἀσταχύων τὴν φύσιν, ἐμβρόντητε, διὰ τὴν σὴν χρείαν πεποίηκε. Τί τοίνυν ἀχαριστεῖς, εἰ καὶ τὰ σὰ διὰ σὲ τοῖς σοῖς ὅπλοις καθώπλισε; Σὺ σπείρεις τοὺς πυ ροὺς, ἀχαριστότατε· αὐτὸς ἄρδει καὶ θερμαίνει καὶ τρέφει καὶ φρουρεῖ καὶ φυλάττει, καὶ πέπονά σοι προτίθησι. Σὺ δὲ ἀμήσας, καὶ τῇ ἅλῳ πα ραδοὺς, καὶ τεμὼν τῇ τέχνῃ, καὶ τῶν ἀχύρων ἀπο κρίνας, καὶ μύλῃ λεπτύνας, καὶ τῶν πιτύρων χω ρίσας, καὶ ταῖς χερσὶ μάξας, καὶ κλιβάνῳ ἢ ἰπνῷ παραδοὺς, ἐντρυφᾷς τοῖς ἄρτοις, καὶ τὸν χορηγὸν ἀγνοεῖς. Ἀλλ' ἐπὶ τὸν ὀφθαλμὸν ἐπανέλθωμεν. Κα τανόησον αὐτοῦ τὴν φύσιν· βλέπε πόσους ἔχει χιτῶ νας· βλέπε τὴν ἔξωθεν εὐμορφίαν· βλέπε τὴν τῆς κόρης λεπτότητα, τὴν περικειμένην ἶριν, ἢν στεφά νην ὀνομάζομεν, τὸν κερατοειδῆ κύκλον, τὸν ῥαγοει δῆ χιτῶνα, τὴν