1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

3

διανοούμενον χρὴ τοῦτο ποιεῖν. γʹ Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν ἔχειν ἐπαγγειλάμενον, ποίᾳ διανοίᾳ κεχρῆσθαι δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ τροφῇ. δʹ Περὶ τοῦ καταλιπόντος φόρους, καὶ ἀδελφότητι προσελθόντος. εʹ Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὰ ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν. ʹ Εἰ δεῖ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν γράμ ματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν. ζʹ Ἐὰν λέγῃ τις ὅτι, Θέλω παρ' ὑμῖν ὀλίγον χρό νον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι. ηʹ Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς, ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται. θʹ Ποταπῇ διαθέσει δεῖ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα. ρʹ Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς ἀπολύσομεν. ραʹ Περὶ τοῦ ἐγχειριζομένου τὴν οἰκονομίαν, καὶ περὶ τῶν προσαιτούντων. ρβʹ Περὶ τοῦ ἐξερχομένου ἀπὸ ἀδελφότητος, καθ' ὃν δήποτε λόγον. ργʹ Ἐπειδὴ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαί νειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι. 31.1061 ρδʹ Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελ φοῖς. ρεʹ Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐ θέως τέχνας μανθάνειν. ρʹ Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι. ρζʹ Περὶ τοῦ λέγοντος ἐπιθυμίαν ἔχειν συζῇν τῇ ἀδελφότητι. ρηʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως. ρθʹ Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης πυκνῶς διαλέγεσθαι. ριʹ Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυ τέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ριαʹ Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαν τος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυτέ ρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα. ριβʹ Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκό λουθόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι. ριγʹ Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία. ριδʹ Εἰ δεῖ παντὶ τῷ ἐπιτάσσοντι καὶ οἱῳδηποτοῦν ὑπακούειν. ριεʹ Πῶς ὑπακούειν ἀλλήλοις χρή. ριʹ Μέχρι πόσου ὑπακούειν χρή. ριζʹ Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ' ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέ χνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ριηʹ Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος οὐχ ὃ ἐπιτάσσεται, ἀλλ' ὃ αὐτὸς θέλει, ποῖον μισθὸν ἔχει. ριθʹ Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ρκʹ Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ προεστῶτος. ρκαʹ Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ρκβʹ Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέ γῃ ὅτι, Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω· εἰ δεῖ αὐτὸν ἀνέχεσθαι. ρκγʹ Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ρκδʹ Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ Ἑλλήνων εὑ ρεθέντα που συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ρκεʹ Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς ὑπομνήσεως παρὰ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον. ρκʹ Πῶς ἄν τις μὴ ἡττηθείη τῆς ἐν βρώμασι φι ληδονίας. 31.1064 ρκζʹ Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆ ναι ἄνθρωπον. ρκηʹ Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ δεῖ συγχωρεῖν. ρκθʹ Περὶ τοῦ πολλὰ νηστεύοντος, ἐν δὲ τῇ μετα λήψει μὴ δυναμένου ἀνέχεσθαι τοῦ βρώματος. ρλʹ Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας. ρλαʹ Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ' ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ. ρλβʹ Ὁ λέγων ὅτι, Βλάπτει με τοῦτο, καὶ λυπού μενος ἐὰν ἄλλο μὴ δοθῇ, τί ἐστιν. ρλγʹ Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ρλδʹ Ἐὰν δὲ καὶ ὀργισθεὶς παραιτῆται λαβεῖν τὰ πρὸς τὴν χρείαν. ρλεʹ Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας. ρλʹ Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι ἐν τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον, πῶς παρέλθωμεν. ρλζʹ Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος. ρληʹ Εἰ χρὴ ἐν ἀδελφότητί τινα πλέον τῶν