1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

30

θύραν ἀντιλογίας τοῖς πολλοῖς ἀνοίγει, καὶ ἑαυτὸν πρὸς ταύτην ἐθίζει. Καὶ ἐπεὶ μὴ δύναται ἕκαστος δοκιμάζειν τὸ συμφέρον, ἐκλέγεται πολλά κις τὸ βλαβερὸν ἑαυτῷ ἔργον. Καὶ ὑπονοίας δὲ πο νηρὰς ἐμποιεῖ τοῖς ἀδελφοῖς, ὡς προπεπονθὼς ᾖ τῷ ἔργῳ ὅπερ ἐπιζητεῖ, ἢ οἷς συνεργάζεσθαι ἀνάγκη. Ὥστε καθόλου τὸ μὴ ὑπακούειν πολλῶν καὶ μεγά λων κακῶν ἐστι ῥίζα. Εἰ δέ τινα λόγον ἔχειν νο μίζει τῆς παραιτήσεως τοῦ ἔργου, φανερούτω τοῦ τον τοῖς προεστῶσι, καὶ καταλιμπανέτω τῇ ἐκείνων δοκιμασίᾳ. ΕΡΩΤΗΣΙΣ ΡΚʹ. Εἰ δεῖ ἀπιέναι που χωρὶς ὑπομνήσεως τοῦ προ εστῶτος. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε· πόσῳ μᾶλ λον ἕκαστος ἡμῶν ἑαυτῷ ἐπιτρέπειν οὐκ ὀφείλει; Ὁ γὰρ ἑαυτῷ ἐπιτρέπων δῆλός ἐστιν ὑψηλοφροσύ νην νοσῶν, καὶ ὑποκείμενος τῷ κρίματι τοῦ Κυρίου εἰπόντος· Τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. Καὶ καθόλου τὸ ἑαυτῷ ἐπιτρέ πειν ὑπαίτιον. ΕΡΩΤΗΣΙΣ ΡΚΑʹ. Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γνήσιος ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ βέβαιος ἐν πληροφορίᾳ τῆς παρὰ τοῦ Κυρίου μισθαποδοσίας, οὐ τοῖς γινομένοις ἀρκεῖται, ἀεὶ δὲ προσθήκην ἐπι ζητεῖ, καὶ τοῦ πλείονος ὀρέγεται. Κἂν ὑπὲρ δύνα μιν δόξῃ ποιεῖν τι, οὐκ ἀμεριμνεῖ, ὡς πληρώσας τὸ μέτρον· ἀγωνιᾷ δὲ ἀεὶ, ὡς ἀπολιμπανόμενος τοῦ πρὸς ἀξίαν, τοῦ Κυρίου ἀκούων προστάσσοντος, ὅτι Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα, τότε λέγετε· ∆οῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν· τοῦ δὲ Ἀποστόλου, ᾧ ὁ κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ, μὴ ἐπαι σχυνθέντος εἰπεῖν, ὅτι Ἐγὼ ἐμαυτὸν οὔπω λο γίζομαι κατειληφέναι. Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπι λανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμε νος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὃς, 31.1165 καίτοι ἐξουσίαν ἔχων, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν, Ἐν κόπῳ καὶ μόχθῳ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Τίς οὖν οὕτως ἀναί σθητος καὶ ἄπιστος, ὡς ἀρκεσθῆναί ποτε τοῖς ἤδη γενομένοις, ἢ παραιτήσασθαί τι ὡς βαρύτερον, ἢ κοπῶδες; ΕΡΩΤΗΣΙΣ ΡΚΒʹ. Ἐάν τις, ἐπιτιμηθεὶς εὐλογίαν μὴ λαβεῖν, λέγῃ, ὅτι, «Ἐὰν μὴ λάβω εὐλογίαν, οὐκ ἐσθίω·» εἰ δεῖ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν τοσούτου ἐπιτιμίου ἄξιον τὸ πταῖσμα, ὡς καὶ τοῦ φαγεῖν κωλυθῆναι, ὁ ἐπιτιμήσας δοκιμάσει πάντως· εἰ δὲ μόνης τῆς εὐλογίας ἀνάξιός τις ἐκρί θη, συγχωρηθεὶς δὲ φαγεῖν οὐκ ἀνέχεται, ὡς ἀπει θὴς ἐν τούτῳ, καὶ φιλόνεικος κρινέσθω· ἅμα καὶ ἑαυτὸν γνωρίζων καὶ ἐπιγινώσκων, ὅτι οὐχὶ θερα πεύει ἑαυτὸν τοῦτο ἐπιζητῶν, ἀλλὰ ἁμάρτημα ἁμαρτήματι συνάπτει. ΕΡΩΤΗΣΙΣ ΡΚΓʹ. Ἐάν τις λυπῆται μὴ ἐπιτρεπόμενος ποιεῖν, ὃ μὴ δύναται ἐπιτηδείως ποιεῖν, εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτου εἴρηται πολλαχοῦ, ὅτι καθόλου τῷ θελήματι τῷ ἰδίῳ κεχρῆσθαι, ἢ ἐπιτρέπειν, παρὰ τὸν ὑγιῆ ἐστι λόγον· καὶ τῇ δοκιμασίᾳ τῶν πλειόνων μὴ ὑποτάσσεσθαι ἀπειθείας καὶ ἀντιλογίας ἔχει τὸν κίνδυνον. ΕΡΩΤΗΣΙΣ ΡΚ∆ʹ. Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ Ἑλλήνων κατὰ συν τυχίαν εὑρεθέντα που, ἢ συνεσθίειν αὐτοῖς, ἢ ἀσπάζεσθαι αὐτούς. ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν ἀσπασμὸν τοῦτον δηλονότι τὸν κοινὸν ἐπ' οὐδενὸς ὁ Κύριος ἀπηγόρευσεν, εἰπών· Ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισ σὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ἐθνικοὶ οὕτω ποιοῦ σιν; περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγε λίαν τοῦ Ἀποστόλου, ἐπὶ τίνων χρὴ παραιτεῖσθαι τοῦτο, εἰπόντος· Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι. Ἐάν τις ἀδελφὸς ὀνομα ζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολά 31.1168 τρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοι ούτῳ μηδὲ συνεσθίειν. ΕΡΩΤΗΣΙΣ ΡΚΕʹ. Τὸν πιστευόμενον ἔργον, καὶ ποιοῦντά τι χωρὶς