1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

2

ὀργισθῇ, τίνος ἐστὶν ἄξιος. μεʹ Περὶ τοῦ ἀμελοῦντος τῆς γνώσεως τῶν τοῦ Θεοῦ θελημάτων, ἵνα μὴ πλέον κολασθῇ, ὡς γνοὺς καὶ μὴ ποιήσας. μʹ Ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρ τίαν, εἰ ἔνοχός ἐστι τῆς ἁμαρτίας. μζʹ Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. μηʹ Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. μθʹ Τί ἐστι τὸ περπερεύεσθαι. νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπ ωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον, εἴτε ὑπό δημα, οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ. ναʹ Τί ἐστι Ῥακά. νβʹ Τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. νγʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκός· καὶ τίς ὁ μο λυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύ σομεν· ἢ τίς ὁ ἁγιασμὸς, καὶ πῶς αὐτὸν κτησύ μεθα. 31.1057 νδʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίσει ἑαυτὸν ὁ φίλαυτος. νεʹ Ποία διαφορὰ πικρίας καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. νʹ Τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος· τίς δὲ ὁ τετυφωμένος, καὶ ὁ πεφυσιωμένος. νζʹ Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συνεχέ στερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέ ρει μᾶλλον ἐπαφιέναι αὐτῷ. νηʹ Ὁ κατ' ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον, ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπο λύτως φθεγξάμενος. νθʹ Ἐὰν ἐνθυμηθῇ τις ποιῆσαι μόνον τι, καὶ μὴ ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται. ξʹ Περὶ τοῦ προπετῶς ὁρισαμένου πρᾶξαί τι τῶν μὴ ἀρεσκόντων Θεῷ. ξαʹ Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται. ξβʹ Τί ἐὰν ποιήσῃ τις, ὡς κρύψας τὸ τάλαντον, κατα κρίνεται. ξγʹ Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. ξδʹ Τί ἐστι τὸ σκανδαλίσαι, καὶ πῶς αὐτὸ φυλαξό μεθα. ξεʹ Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει. ξʹ Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία. ξζʹ Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. ξηʹ Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐ λόγου. ξθʹ Περὶ τοῦ μήτε ἔλαττον ἐσθίοντος τῶν λοιπῶν, μήτε σῶμα ἔχοντος κατεῤῥιμμένον, καὶ ἀδυναμίαν εἰς τὸ ἔργον ὀδυρομένου. οʹ Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ ὑποδήμασι πῶς δεῖ μετέρχεσθαι. οαʹ Εἰσί τινες οἱ πρὸ τοῦ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες, ἄλλοι δὲ τὸ πλεῖον μᾶλ λον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν ἀμφοτέρους πληροφορεῖν χρή. οβʹ Περὶ τοῦ ἐν ἀδελφότητι ἀσέμνως περὶ τὴν μετά ληψιν ἀναστρεφομένου, καὶ λαβρότερον ἐσθίοντος. ογʹ Περὶ τοῦ μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορ θώσεως ἐλέγχοντος τὸν ἁμαρτάνοντα, ἀλλ' ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως. οδʹ Περὶ τῶν ἐξερχομένων ἐκ τῆς ἀδελφότητος, καὶ μονήρη βίον ζῇν προαιρουμένων. οεʹ Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον λέγειν δεῖ. οʹ Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύ δεσθαι. οζʹ Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια. οηʹ Ἐφευρεταὶ κακῶν τίνες εἰσίν. οθʹ Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορθωθή σεται. 31.1060 πʹ Πόθεν ἐπισυμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπι λείπειν λογισμοὺς ἀγαθοὺς, καὶ μερίμνας ἀρε σκούσας τῷ Θεῷ. παʹ Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις. πβʹ Ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπιτιμίῳ. πγʹ Ἐάν τις, πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ δια πταίῃ, πῶς αὐτὸν παρέλθωμεν. πδʹ Περὶ τοῦ ἦθος ἔχοντος θορυβοποιὸν καὶ ταρα χῶδες. πεʹ Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι. πςʹ Ἐὰν δὲ λέγῃ τις ὅτι, Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρκοῦ μαι· τί δεῖ πρὸς τὸν τοιοῦτον παραφυλάξαι. πζʹ Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν αὐτοῦ ἱμάτιον δοῦναι ὅπου ἐὰν θέλῃ εἰς ἐντολήν. πηʹ Τίς ἐστιν ἡ μέριμνα ἡ βιωτική. πθʹ Ἐπειδὴ γέγραπται, Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος, ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο, τί ποιήσομεν; ʹ Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον εἴτε ἀλλοῖον. αʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ παρά τινος αὐτὸ ὃ φορεῖ, τί ὀφείλει ποιῆσαι, μά λιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας. βʹ Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρχοντα, τί