1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

38

μεταλάβωμεν τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν φόβον διδάσκει ἡμᾶς ὁ Ἀπόστολος λέ γων· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τὴν δὲ πληροφορίαν ἐμποιεῖ ἡ πίστις τῶν ῥημάτων τοῦ Κυρίου εἰπόντος· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου διηγησαμένου πρότερον τὴν δόξαν τοῦ Λόγου, καὶ ἐπαγαγόντος τὸν τρόπον τῆς ἐνανθρωπήσεως ἐν τῷ εἰπεῖν ὅτι, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονο γενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀλη θείας· καὶ τοῦ Ἀποστόλου γράψαντος ὅτι, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενό μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅταν οὖν, πιστεύσασα ἡ ψυχὴ τοῖς ῥήμασι τούτοις καὶ τοῖς τοιούτοις καὶ τοσούτοις, καταμάθῃ τὴν μεγαλειότη τα τῆς δόξης, καὶ θαυμάσῃ τὴν ὑπερβολὴν τῆς τα πεινώσεως καὶ τῆς ὑπακοῆς, ὅτι ὁ τοσοῦτος ὑπ ήκουσε τῷ Πατρὶ μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ζωῆς, νομίζω ὅτι κατορθοῖ τὴν διάθεσιν εἰς ἀγάπην τήν τε πρὸς τὸν Θεὸν καὶ Πατέρα, Ὃς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ τὴν πρὸς τὸν μονογενῆ αὐ τοῦ Υἱὸν, τὸν ὑπακούσαντα μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ἀπολυτρώσεως καὶ σωτηρίας. Καὶ δύνα ται οὕτως ἀνασχέσθαι τοῦ Ἀποστόλου, ὥσπερ ὅρον τινὰ ἐκτιθεμένου τοῖς ὑγιαίνουσι τὴν ἐν τούτοις ἀγα θὴν συνείδησιν, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπ έθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο θανόντι, καὶ ἐγερθέντι. Τοιαύτην διάθεσίν τε καὶ ἑτοιμασίαν ὀφείλει ἔχειν ὁ μεταλαμβάνων τοῦ ἄρτου καὶ τοῦ ποτηρίου. 31.1197 ΕΡΩΤΗΣΙΣ ΡΟΓʹ. Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ' οἶκον ψαλμῳδίας λαλιάν τινα γίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Οὐ δεῖ, ἐκτὸς τῶν πεπιστευμένων τὴν φροντίδα καὶ τὴν ἐπιμέλειαν τῆς εὐταξίας, καὶ τῆς οἰκονο μίας τῶν ἔργων, καὶ τοῦτο κατὰ ἀνάγκην τῆς ἐπειγούσης χρείας· καὶ οὐδὲ τότε ἀπερισκέπτως, ἀλλ' ἐστοχασμένως, τοῦ τε τόπου καὶ τῆς εὐταξίας, τῆς τε σεμνότητος καὶ τοῦ ἀπροσκόπου· τοῖς ἄλλοις πᾶσιν ἀναγκαία ἐστὶν ἡ σιωπή. Εἰ γὰρ ἐν καιρῷ διαλέξεως, καὶ ἐν αὐτοῖς τοῖς ἐπιτεταγμένοις τὸν λόγον τῆς διδασκαλίας ὁ πρῶτος σιγᾷν προτέτακται, ἐὰν ἄλλῳ ἀποκαλυφθῇ, πόσῳ μᾶλλον ἐν καιρῷ ψαλμῳδίας ἡ σιγὴ τοῖς πολλοῖς ἀναγκαία; ΕΡΩΤΗΣΙΣ ΡΟ∆ʹ. Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ ἐπιθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου. ΑΠΟΚΡΙΣΙΣ. Κατὰ φύσιν ἡ πεῖρα τοῦ ἥδοντος καὶ ὠφελοῦντος, καὶ αὐτὴ ἡ προσδοκία τοῦ τοιούτου ἐμποιεῖ τῇ ψυ χῇ τὴν περὶ τούτου διάθεσίν τε καὶ ἐπιθυμίαν. Ἐὰν οὖν τις μισήσῃ καὶ βδελύξηται τὴν ἀδικίαν, καὶ κα θαρεύσῃ πάσης ἁμαρτίας, ἀφ' ἧς, ὥσπερ ἀπὸ νόσου τὸ σῶμα πάσχει τὴν ἀνορεξίαν καὶ τὴν περὶ τὰ βρώματα ἀηδίαν, οὕτω καὶ ἡ ψυχὴ τὴν περὶ τὰ δικαιώματα τοῦ Θεοῦ νωθρότητα καὶ ὀκνηρίαν· καὶ ἐὰν πληροφορηθῇ, ὅτι ἡ ἐντολὴ τοῦ Θεοῦ ζωὴ αἰώνιός ἐστι, καὶ πάντα τὰ ἐπηγγελμένα τοῖς φυ λάσσουσιν αὐτὴν ἀληθῆ, κατορθοῦται αὐτῷ ἡ διά θεσις τοῦ εἰπόντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυ σίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπό δοσις πολλή. ΕΡΩΤΗΣΙΣ ΡΟΕʹ. Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐν τολὴν τοῦ Κυρίου· καὶ πῶς ἐλέγχεται ὁ μὴ οὕτως ἀγαπῶν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς ἀγάπης ἐξαίρετα δύο ταῦτα· τὸ λυπεῖσθαι μὲν καὶ ἀγωνιᾷν ἐφ' οἷς βλάπτεται ὁ ἀγαπώμενος χαίρειν δὲ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῆς ὠφελείας αὐ τοῦ. Μακάριος οὖν ὁ πενθῶν ἐπὶ τῷ ἁμαρτάνοντι, οὗ ὁ κίνδυνος φοβερός· καὶ χαίρων ὑπὲρ τοῦ κατ ορθοῦντος, οὗ τὸ κέρδος ἀσύγκριτον, καθὼς γέγρα πται.