1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

41

ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν ἐν τοῖς ἐπαίνοις μόνοις τὴν χαρὰν στήσῃ, δῆλός ἐστιν ἰδίῳ πάθει κινούμενος· ἐὰν δὲ, τῶν ἐπαι νούντων παραυτὰ μὲν τὸ περὶ τὴν ἀκρόασιν συνετὸν καταμαθὼν, ἐλπίδα τῆς εὐπειθείας ὑποσπεῖρον εὐ φρανθῇ, ὕστερον δὲ τὴν ὠφέλειαν πολυπραγμο νήσας, καὶ ἢ τὰ ἀκόλουθα τοῖς ἐπαίνοις κατορθώματα ἐν αὐτοῖς εὑρὼν χαρῇ, ἢ μηδὲν ὡφεληθέντας τοὺς ἐπαινέσαντας ἐπιδὼν λυπηθῇ, εὐχαριστείτω τῷ Θεῷ, ὅτι ὡς φιλόθεος καὶ φιλάδελφος κατηξιώθη κινη θῆναι, μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, ἀλλὰ τὴν δόξαν τοῦ Θεοῦ, καὶ τὴν οἰκοδομὴν τῶν ἀδελφῶν. ΕΡΩΤΗΣΙΣ ΡΠʹ. Ἐπειδὴ διδασκόμεθα τοιαύτην ἀγάπην ἔχειν, ὥστε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων, μα θεῖν δεόμεθα ὑπὲρ ποταπῶν φίλων τοῦτο αἱρεῖ σθαι δεῖ. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν διάθεσιν, ἢ τὸν τρόπον τούτου τοῦ κατορ 31.1208 θώματος εἰκὸς εἶναι διάφορον· ἄλλα γάρ ἐστι πολλά κις τὰ ὑπὲρ ἁμαρτωλῶν καταδεχθῆναι, καὶ ἄλλα τὰ ὑπὲρ δικαίων σπουδασθῆναι ὀφείλοντα· τὸ μέντοιγε μέχρι θανάτου ἀγάπην δεικνύειν, καὶ ὑπὲρ δικαίων καὶ ὑπὲρ ἁμαρτωλῶν, δεδιδάγμεθα, μηδὲν διακρί νοντες. Συνίστησι γὰρ τὴν ἑαυτοῦ ἀγάπην, φησὶν, ὁ Θεὸς εἰς ἡμᾶς· ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πρὸς δὲ τοὺς ἁγίους ὁ Ἀπόστολος λέγει· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐ δοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέ λιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. ΕΡΩΤΗΣΙΣ ΡΠΖʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί τι ἕκαστον. ΑΠΟΚΡΙΣΙΣ. Τοὺς μὲν οἰκείους ἀποδιδόναι τὰ ἐπιβάλλοντα τοῖς προσερχομένοις τῷ Κυρίῳ ἀναγκαῖον, καὶ μηδὲν ὑφαιρεῖν, ἵνα μὴ τῷ κρίματι τῆς ἱεροσυλίας ὑποπέ σωσιν· τὸ μέντοιγε ἀναλίσκεσθαι ταῦτα ἐν ὄψεσιν ἐκείνων, οἷς διαφέρειν ἔδοξε, καὶ αὐτοῖς ἐκείνοις γίνεται πολλάκις ἐπάρσεως ὑπόθεσις, καὶ τοῖς πένησι τῶν τῷ αὐτῷ βίῳ προσελθόντων λύπης ἀφορμή. Ὥστε συμβαίνειν ἐκεῖνο, ἐφ' ᾧ ἐγκαλοῦνται οἱ Κορίνθιοι ὑπὸ τοῦ Ἀποστόλου εἰπόντος ὅτι, Καταισχύνετε τοὺς μὴ ἔχοντας. ∆ιόπερ ὁ τὴν φροντίδα τῶν κατὰ τόπον Ἐκκλησιῶν πεπιστευμένος, ἐὰν ᾖ πιστὸς, καὶ φρο νίμως οἰκονομεῖν δυνάμενος, τούτῳ προσφερέσθω κατὰ μίμησιν τῶν ἐν ταῖς Πράξεσιν, οἵτινες φέρον τες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Εἰ δὲ τὸ οἰκονομεῖν τὰ τοιαῦτα οὐκ ἔστι πάντων, ἀλλὰ μόνων τῶν μετὰ δοκιμασίας εἰς τοῦτο τυπω θέντων, καὶ τὸ παρὰ τῶν τοιούτων δεδομένον, οὗτος, ὡς ἂν δοκιμάσῃ, τυπώσει. ΕΡΩΤΗΣΙΣ ΡΠΗʹ. Πῶς ἴδωμεν τούς ποτε συνοίκους ἡμῶν, ἢ συγ γενεῖς, ἐρχομένους πρὸς ἡμᾶς. ΑΠΟΚΡΙΣΙΣ Ὡς ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, ὅτε ἀπηγγέλη αὐτῷ ὅτι, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ἰδεῖν σε θέλοντες· πρὸς οὓς ἐπιπλη κτικώτερον ἀποκρίνεται, εἰπών· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν. 31.1209 ΕΡΩΤΗΣΙΣ ΡΠΘʹ. Ἐὰν δὲ καὶ παρακαλῶσι θέλοντες ἀπαγαγεῖν ἡμᾶς εἰς τὰ ἴδια, εἰ χρὴ αὐτῶν ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν διὰ οἰκοδομὴν τῆς πίστεως, ὁ δυνάμενος οὕτως ἀπελθεῖν μετὰ δοκιμασίας πεμπέσθω· εἰ δὲ διὰ καθῆκον ἀνθρώπινον, ἀκουέτω τοῦ Κυρίου λέ γοντος πρὸς τὸν εἰπόντα· Ἐπίτρεψόν μοι ἀπελθεῖν, καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ' ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἰ δὲ περὶ τοῦ ἀποτά ξασθαι ἅπαξ θελήσαντος τοιοῦτον τὸ κρῖμα, τί χρὴ λέγειν περὶ τούτου; ΕΡΩΤΗΣΙΣ Ρʹ. Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυ μοῦντας τὴν σωτηρίαν αὐτῶν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ ἐξουσίαν λαβὼν γενέσθαι τέκνον Θεοῦ, συγγένειαν μὲν τὴν κατὰ σάρκα ἐπαισχύνεται, οἰκείους δὲ γνωρίζει τοὺς οἰκείους τῆς πίστεως ὑπὸ τοῦ Κυρίου μαρτυρουμένους, εἰπόντος· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες, καὶ