1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

22

εὐσπλάγχνως ἐπιμε ληθῆναι χρὴ πρὸς θεραπείαν τοῦ πάθους. Εἰ δὲ μὴ θεραπεύονται τὴν νόσον, φανερὸν τὸ κρῖμα τῶν μὴ μετανοούντων.

ΕΡΩΤΗΣΙΣ ΟΒʹ. Ἐάν τις περὶ τὴν μετάληψιν ἐν ἀδελφότητι ἀσέ μνως ἀναστρέφηται λαβρότερον ἐσθίων ἢ πίνων, εἰ δεῖ αὐτὸν ἐλέγχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος οὐ φυλάσσει τὸ παράγγελμα τοῦ Ἀπο στόλου εἰπόντος· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ πάλιν· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω καὶ χρῄζει διορθώσεως, πλὴν εἰ μή τις ἀνάγκη τοῦ κόπου ἢ τοῦ τάχους κατεπείγοι· ἀλλὰ καὶ τότε χρὴ τὸ ἀπρόσκοπον ἐσπουδασμένως φυλάττειν.

ΕΡΩΤΗΣΙΣ ΟΓʹ Τὸν μὴ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως ἐλέγχοντα τὸν ἁμαρτάνοντα, ἀλλ' ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, πῶς χρὴ διορθοῦσθαι μετὰ πλείονα παράκλησιν τῷ αὐτῷ ἐπιμένοντα πά θει ΑΠΟΚΡΙΣΙΣ. Ὡς φίλαυτος καὶ φίλαρχος γνωριζέσθω ὁ τοιοῦ τος· καὶ ὁ τῆς διορθώσεως τρόπος αὐτῷ κατ' ἐπι στήμην τῆς θεοσεβείας φανερούσθω. Εἰ δὲ ἐπιμένοι τῇ κακίᾳ, δῆλον τὸ κρῖμα κατὰ τῶν μὴ μετανοούντων.

ΕΡΩΤΗΣΙΣ Ο∆ʹ. Τοὺς ἐξερχομένους ἐκ τῆς ἀδελφότητος, καὶ βουλομένους μονήρη βίον ζῇν, ἢ μετὰ ὀλίγων τῷ αὐτῷ ἕπεσθαι σκοπῷ τῆς εὐσεβείας, εἰ χρὴ ἀφορίζειν, διδαχθῆναι ἀπὸ τῆς Γραφῆς δεόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Πολλάκις τοῦ Κυρίου εἰπόντος· Ὁ Υἱὸς ἀφ' ἑαυ τοῦ ποιεῖ οὐδέν· καὶ ὅτι Καταβέβηκα ἐκ τοῦ οὐ ρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ τοῦ Ἀπο στόλου μαρτυροῦντος, Ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλω μεν, ταῦτα ποιῶμεν· πᾶν τὸ κατὰ τὸ ἴδιον θέλημα αἱρετὸν ἀλλότριον θεοσεβούντων. Πληρέστερον δὲ περὶ τῶν τοιούτων ἐν τοῖς κατὰ πλάτος εἰρημένοις ἀπεκρινάμεθα.

ΕΡΩΤΗΣΙΣ ΟΕʹ. Εἰ παντὸς ἁμαρτήματος, εἴτε κατὰ νοῦν, εἴτε κατὰ λόγον, εἴτε κατὰ πρᾶξιν, τὸν Σατανᾶν αἴτιον λέγειν ἀκόλουθον. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου οἶμαι, ὅτι αὐτὸς καθ' ἑαυτὸν ὁ Σατανᾶς 31.1136 αἴτιος γενέσθαι τινὶ ἁμαρτίας οὐ δύναται· τοῖς δὲ ἐνυπάρχουσι ποτὲ μὲν φυσικοῖς κινήμασι, ποτὲ δὲ καὶ ἀπηγορευμένοις πάθεσι συγχρώμενος, δι' αὐτῶν καὶ ἐπὶ τὰ οἰκεῖα τῶν παθῶν ἀπάγειν ἐπιχειρεῖ τοὺς μὴ νήφοντας. Συγκέχρηται δὲ τοῖς μὲν φυσικοῖς, ὡς ἐπὶ τοῦ Κυρίου ποιῆσαι ἐπειράθη, ἡνίκα ᾔσθετο αὐ τοῦ πεινάσαντος, εἰπών· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται· πάθεσι δὲ ἀπ ηγορευμένοις, ὡς ἐπὶ τοῦ Ἰούδα, ὃν ἐπειδὴ φιλαργυ ρίαν νοσοῦντα κατέμαθε, τούτῳ συγχρησάμενος τῷ πάθει, καὶ εἰς τὸ τῆς προδοσίας πτῶμα τὸν φιλάργυ ρον διὰ τῶν τριάκοντα ἀργυρίων κατηκόντισεν. Ὅτι δὲ καὶ τὰ κακὰ ἐξ ἡμῶν αὐτῶν ἀναφύεται, δείκνυσι σαφῶς ὁ Κύριος· Ἐκ γὰρ τῆς καρδίας, φησὶν, ἐξέρ χονται οἱ διαλογισμοὶ οἱ πονηροί. Συμβαίνει δὲ τοῦτο τοῖς ἐξ ἀμελείας ἀγεώργητα καταλιποῦσι τὰ φυσικὰ τῶν ἀγαθῶν σπέρματα, ὡς κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρε νῶν. Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται, καὶ χορτο μανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος. Τῇ δὲ ἐκ τῆς τοιαύτης ἀμελείας κεχερσωμένῃ καὶ ἐκλελειμ μένῃ ψυχῇ ἀκόλουθον ἐξ ἀνάγκης τὸ ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν, καὶ πάσχειν ἐκεῖνο τὸ εἰρημέ νον· Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Περὶ ἧς ψυχῆς προείρηται· Καὶ ἐφύτευσα ἄμπελον Σωρὴχ, ὃ ἑρμηνεύεται ἐκλεκτή. Τὸ παραπλήσιον δὲ τούτῳ καὶ παρὰ τῷ Ἱερεμίᾳ εὕροι τις ἂν ἐκ προσώπου τοῦ Θεοῦ λέγοντι· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ΕΡΩΤΗΣΙΣ Οʹ. Εἰ χρὴ οἰκονομίᾳ δῆθεν χρησίμου τινὸς ψεύ δεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἀπόφασις τοῦ Κυρίου τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος, ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστί· δια φορὰν δὲ ψεύδους οὐδεμίαν