1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

12

θεραπείας τοῦ ὑποπτευομένου τὸν ἐπιτεταγμένον τὴν πάντων ἐπιμέλειαν, ὅπως γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χρι στῷ Ἰησοῦ.

ΕΡΩΤΗΣΙΣ Κʹ. Εἰ χρὴ τὸν ἐν ἁμαρτίαις ἐξετασθέντα φεύγειν τὴν πρὸς τοὺς ἑτεροδόξους κοινωνίαν, ἢ καὶ πρὸς τοὺς κακῶς ζῶντας διακρίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, καθόλου παντὶ πᾶσα κοινωνία παντὸς ἀπ ηγορευμένου πράγματος κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν ἐπιβλαβὴς καὶ ἐπικίνδυνος. Τοὺς δὲ ἐν ἁμαρτίαις ἐξετασθέντας καὶ πλέον ἀκριβεύεσθαι χρή. Πρῶτον μὲν, ὅτι ὀλισθηροτέρα ἡ ψυχὴ πρὸς τὴν ἁμαρτίαν ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἡ ἐν συνηθείᾳ ταύτης γενομένη· ἔπειτα δὲ, ὅτι, καθάπερ ἐπὶ τῶν τὰ σώματα ἀσθενούντων ἡ ἐπιμέλεια τὴν ἐπιτήρη σιν ἀκριβεστέραν ἔχει, ὡς καὶ τὰ ὠφελοῦντα τοὺς ὑγιαίνοντας παραιτεῖσθαι πολλάκις· οὕτω καὶ ἐπὶ τῶν τὴν ψυχὴν ἀῤῥωστησάντων πολὺ πλείονος χρεία τῆς παραφυλακῆς καὶ τῆς ἐπιμελείας. Ὅση δέ ἐστιν ἐκ τῆς πρὸς τοὺς ἁμαρτάνοντας κοινωνίας ἡ βλάβη, παρίστησιν ὁ αὐτὸς Ἀπόστολος ἐπὶ τοιαύ της ὑποθέσεως εἰπών· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Εἰ δὲ ἐπὶ τῶν ἐν τοῖς ἠθικοῖς σφαλ λομένων τοσαύτη ἐστὶν ἡ βλάβη, τί χρὴ λέγειν περὶ 31.1097 τῶν περὶ Θεοῦ κακοδοξούντων, οὓς ἡ κακοδοξία οὐδὲ ἐν τοῖς ἄλλοις ὑγιαίνειν ἐᾷ, παραδιδομένους ἅπαξ δι' αὐτὴν τοῖς τῆς ἀτιμίας πάθεσιν; ὡς πολλαχόθεν δείκνυται καὶ ἐκ τῶν ἐν τῇ πρὸς Ῥωμαίους εἰρημέ νων περί τινων οὕτως· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἓν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθ ήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόν δους, ἀνελεήμονας· οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, οὐκ ἐνόησαν ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον δὲ αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν.

ΕΡΩΤΗΣΙΣ ΚΑʹ. Πόθεν ὁ μετεωρισμὸς καὶ οἱ διαλογισμοί· καὶ πῶς αὐτοὺς διορθωσόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Γίνεται ὁ μετεωρισμὸς ἀπὸ ἀργίας τοῦ νοῦ μὴ ἀσχολουμένου περὶ τὰ ἀναγκαῖα. Ἀργεῖ δὲ ὁ νοῦς καὶ ἀμεριμνεῖ ἐξ ἀπιστίας τοῦ παρεῖναι τὸν Θεὸν, ἐτάζοντα καρδίας καὶ νεφρούς. Εἰ γὰρ τοῦτο ἐπίστευε, πάντως ἐποίει τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δε ξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Ὁ δὲ τοῦτο καὶ τὰ ὅμοια τούτῳ κατορθῶν οὔτε τολμήσει ποτὲ, οὔτε ἕξει σχολὴν διαλογίσασθαί τι τῶν μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως οἰκονομουμένων, κἂν ἀγαθὸν εἶναι δοκῇ, οὐχ ὅτι γε τῶν ἀπηγορευμένων, καὶ μὴ ἀρεσκόντων Θεῷ.

ΕΡΩΤΗΣΙΣ ΚΒʹ. Πόθεν αἱ νυκτεριναὶ φαντασίαι αἱ ἀπρεπεῖς γί νονται. ΑΠΟΚΡΙΣΙΣ. Γίνονται μὲν ἐκ τῶν μετὰ ἡμέραν ἀλλοκότων τῆς ψυχῆς κινημάτων. Ἐὰν δὲ ἐν τῇ σχολῇ τῶν τοῦ Θεοῦ κριμάτων καθαρεύσῃ ἡ ἐκείνων ψυχὴ, καὶ ἐν μελέτῃ γένηται διηνεκεῖ τῶν καλῶν καὶ ἀρεσκόν των Θεῷ, τοιαῦτα ἕξει καὶ τὰ ἐνύπνια.

ΕΡΩΤΗΣΙΣ ΚΓʹ. Ἕως ποίων ῥημάτων ἡ ἀργολογία κρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου πᾶν ῥῆμα, τὸ μὴ συντελοῦν πρὸς τὴν 31.1100 προκειμένην ἐν Κυρίῳ χρείαν, ἀργόν ἐστι. Καὶ το σοῦτός ἐστι τοῦ τοιούτου ῥήματος ὁ κίνδυνος, ὅτι, κἂν ἀγαθὸν ᾖ τὸ λεγόμενον, μὴ πρὸς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῆται, οὐκ ἐν τῇ ἀγαθότητι τοῦ ῥήματος ὁ λαλήσας ἔχει τὸ ἀκίνδυνον, ἀλλ' ἐν τῷ μὴ πρὸς οἰκοδομὴν οἰκονομῆσαι τὸ ῥηθὲν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Τοῦτο γὰρ σαφῶς