1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

63

ΕΡΩΤΗΣΙΣ ΣΒʹ. Εἰ χρὴ ἐν ἀδελφότητι παιδίων βιωτικῶν εἶναι διδάσκαλον. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Οἱ πατέρες, μὴ παρ οργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· ἐὰν οἱ προσάγον τες ἐπὶ τοιούτῳ σκοπῷ προσάγωσι, καὶ οἱ δεχόμε νοι πληροφορίαν ἔχωσιν, ὅτι δύνανται ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἐκθρέψαι τὰ προσαγόμενα, φυλασσέσθω τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, εἰπόντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ἄνευ δὲ τοῦ τοιούτου σκοποῦ καὶ τῆς τοιαύτης ἐλπίδος οὔτε Θεῷ ἀρέσκον τοῦτο, καὶ ἡμῖν οὔτε πρέπον οὔτε συμφέρον λογί ζομαι.

ΕΡΩΤΗΣΙΣ ΣΓʹ. Πῶς δεῖ προσφέρεσθαι τοῖς τὰ μείζονα τῶν ἁμαρ τημάτων παραιτουμένοις, τὰ δὲ μικρὰ ἀδιαφό ρως ποιοῦσιν; ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν εἰδέναι χρὴ, ὅτι ἐν τῇ Καινῇ ∆ιαθή κῃ ταύτην τὴν διαφορὰν οὐκ ἔστι μαθεῖν. Μία γὰρ ἀπόφασις κατὰ πάντων ἁμαρτημάτων κεῖται, τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ πάλιν, ὅτι Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ τοῦ Ἰωάννου βοῶντος· Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· τῆς ἀπειθείας οὐκ ἐν τῇ διαφορᾷ τῶν ἁμαρτημάτων, ἀλλ' ἐν τῇ παρακοῇ τὴν ἀπειλὴν ἐχούσης. Ὅλως δὲ, εἰ ἐπιτρε πόμεθα λέγειν μικρὸν καὶ μέγα ἁμάρτημα, ἀναντίῤ ῥητον ἔδει τὴν ἀπόδειξιν ἑκάστῳ μέγα εἶναι τὸ ἑκά στου κρατοῦν, καὶ μικρὸν τοῦτο, οὗ ἕκαστος κρατεῖ· ὥσπερ ἐπὶ τῶν ἀθλητῶν ὁ μὲν νικήσας ἐστὶν ἰσχυ ρότερος, ὁ δὲ ἡττηθεὶς ἀσθενέστερος τοῦ ἐπι κρατεστέρου, ὅστις ἂν ᾖ. ∆εῖ οὖν ἐπὶ παντὸς ἁμαρ 31.1289 τάνοντος οἱονδήποτε ἁμάρτημα φυλάσσειν τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος, ὅτι Ἂν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν με ταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκού σῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Φυλασσέσθω δὲ ἐπὶ πᾶσι τοῖς τοιούτοις τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· ∆ιὰ τί οὐ μᾶλλον ἐπενθή σατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Χρὴ γὰρ τὴν μακροθυμίαν καὶ τὴν εὐ σπλαγχνίαν ἐπιφέρεσθαι τῇ ἀποτομία.

ΕΡΩΤΗΣΙΣ Σ∆ Ἐκ ποίας αἰτίας ἐκπίπτει τις τῆς διηνεκοῦς μνήμης τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ Ἐάν τις ἀμνήμων γένηται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ ἀσυνείδητος εὑρεθῇ πρὸς τὸν εὐεργέτην.

ΕΡΩΤΗΣΙΣ ΣΕ Ἐκ ποίων σημείων γνωρίζεται ὁ μετέωρος. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀμελῇ τις τῶν πρὸς εὐαρέστησιν Θεοῦ, τοῦ Προφήτου εἰπόντος· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.

ΕΡΩΤΗΣΙΣ Σʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ, ὅτι τῶν ἁμαρτημά των καθαρεύει ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν καταμάθῃ τις ἐν ἑαυτῷ τὴν διάθεσιν τοῦ ∆α βὶδ, εἰπόντος· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξά μην· ἢ καταμάθῃ εἰ κατώρθωσεν ἐν ἑαυτῷ τὸ παρὰ τοῦ Ἀποστόλου προστεταγμένον, εἰπόντος· Νε κρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κα κὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα τρεία· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ· ἔνθα καὶ πλατύνων κατὰ παντὸς ἁμαρτήματος τὸ τοιοῦτον κρῖμα, ἐπήγαγεν· Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει θείας, ἵνα δυνηθῇ εἰπεῖν, ὅτι· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πο νηροῦ, οὐκ ἐγίνωσκον Γνωρίζει δέ τις ἑαυτὸν ἐν τοιαύτῃ διαθέσει καθεστῶτα, ἐὰν καὶ πρὸς τοὺς ἁμαρτάνοντας τὴν αὐτὴν τοῖς ἁγίοις φρικώδη συμ πάθειαν ἀναλάβῃ· τοῦ μὲν ∆αβὶδ εἰπόντος· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λό γιά σου οὐκ ἐφυλάξαντο· τοῦ δὲ Ἀποστόλου λέ 31.1292 γοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς