3
αὐτὴν ἢ μὴ ὁρᾶν. καὶ ὡ´̣σπερ καὶ ἐπι`̣ τ̣οῦ αἰσθη̣του῀̣ ἡλίου συμβαίνει τὸν μύοντα τὰς ὄψεις μὴ ὁρᾶν, καὶ οὐκ ἤδη λέγομεν μὴ εἰ῀̣ναι τὸν ἡ´̣λιον, οὕτως οὐ λέγομεν ὅτι ποτὲ ἡ ἀλήθεια ἐν ἀνθρώποις οὐ γέγ̣ονεν οὐ θέλοντες δια̣κ̣ο´̣ψ̣αι τὴν γραφήν. καὶ λέγω· ἐάν μοι ἀγάγῃς ἀκροδρύων δύο κ̣α̣ρ̣π̣ῶν, οἱ῀̣ον συκ̣ῆς καρπ̣ω῀̣ν, ἐπεὶ διεῖλες ἀπὸ τῆς ὕλης, ἀνάγκη καὶ φυτὰ ἕτερα καὶ ἕτερα εἶναι. οὕτω̣ τοίνυν ἀδύνατον τὴν 4 ευ᾿̣αγγελ̣ικὴν παίδευσιν τὴν ἀλήθειαν εἰς ἀνθρώπους ἠγιοχένα̣ι̣, τὴν δὲ πρὸ τῆς ἐπιδημίας τὴν καλουμένην παλαιὰν μὴ πεφωτικέναι κατὰ τὴν ἀλήθειαν. ἀναγκαίως προσήκαντο ἐκ τῶν διαφόρων καρπῶν καὶ διάφορον ποιότητα· οὐχ ὅτι ἔστιν διάφορος θεότης, ἀλλὰ τῇ ἐκείνων ἀτόπῳ ἀρχῇ τοῦτο ἠκολούθησεν. ἐὰν οὖν ὁ σωτὴρ λέγῃ· "ἐγώ εἰμι ἡ ἀλήθεια" καὶ ποιμὴν καὶ θύρα καὶ τὰ ἄλλα, ἀκοινώνητά εἰσιν ταῦτα τὰ ὀνόματα καὶ τὰ ὑφ' αὐτῶν σημαινόμενα πρὸς τοὺς γενητούς. ἐὰν δὲ λέγῃ ὅτι· "ἄνθρωπός εἰμι", ἐὰν λε´̣γ̣η̣ται περὶ αὐτοῦ ὅτι δίκαιός ἐστιν-"τὸν δίκαιον ἀπεκτείνατε", λέγει ὁ Πέτρος-, ταῦτα τὰ ὀνόματα συντρ̣οχάζει καὶ εἰς ἀνθρώπους καὶ ἀγγέλους. τὸν αὐτὸν τρόπον λάβε μοι καὶ ἐπὶ βασιλέως· καὶ ἐπεὶ βασιλεὺς ἔστιν συνφυής τις τοῦ λόγου βασιλεία, οὐδὲ ἀναλημπτὴ οὐδὲ ἀποβληθη῀̣ναι δυναμένη, αὐτὸ τοῦτο βασιλεία ἐστίν. καὶ ὥσπερ οὐ λέγεται δίκαιος ἐκ τοῦ δικαιοσυ´̣νην ἔχειν, ἀλλὰ αὐτὸ δικαιοσύνη ὤν, οὕτω καὶ βασιλεὺς οὐκ ἐκ χειροτονίας εἶναι, ἀλλα`̣ αὐτὸ τὸ βασιλεὺς ἐκ βασιλέως, ὡς θεὸς ἐκ θεοῦ. ἔχει δὲ καὶ ἐπίκτητον βασιλείαν, ἣν ἠθέλησεν ἔχειν ε᾿̣πιδημῶν, ἵνα καὶ τοὺς πολεμοῦντας τὸ τῶν ἀνθρώπων γένος καθέλῃ καὶ α̣υ᾿̣τ̣οὺς εἰς νομ̣ίμην̣ ἐπιστασίαν ἀγάγῃ ὥστε νομίμως βασιλεύεσθαι. ἐὰν οὖν λέγῃ· "ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ", οὐ περὶ τῆς συμφυοῦς καὶ ἀιδίου βασιλείας λέγει, ἀλλὰ ἧς ἀνεδέξατο ἡμῶν ἕνεκα. ἔστιν δὲ ἐπὶ θεοῦ βασιλεία ἡ διδασκαλία. ἄλλη οὖν ἦν ἡ διδασκα̣λία ἡ πρὸ τῆς ἐπιδημίας ἣν ἔλεγον ὅτι κατ' αὐτὸν ὡς θεὸς λόγος πρ̣ο̣φ̣έρει, καὶ ἄλλη ἐστὶν ἡ τινῶν ἕνεκα. αὕτη οὖν ἀρχὴν καὶ τέλος ἔχει. εἴρηται γοῦν ἐν ἑνὶ τω῀̣ν δ̣ώδεκα προφητῶν· "καὶ κύριος βασιλεύσει ἐκ Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος". τὸ "ἀπὸ" κ̣α̣ι`̣ "ἕως" χρόνον σημαίνει̣. ἀλλὰ ἐὰν περὶ ἀνθρώπου λέγηται ὅτι ἀπὸ τοῦδε τοῦ χρόνου βασιλεύει καὶ ἕως τοῦδε, ἐλάττωσιν αὐτοῦ σημαίνει· πρὸ γὰρ τοῦ χρόνου ἀφ' οὗ τῆς βασιλείας ἤρξατο, οὐκ ἦν β̣ασιλεύς, καὶ σχούσης τέλος τῆς βασιλείας οὐκέτι βασιλεύς ἐστιν. π̣ερι`̣ τοῦ σωτῆρος δὲ οὐ τοῦτο λέγομεν, ἀλλὰ ἐβασίλευσεν ἀφ' οὗ ἡν ἐκ χειροτονίας ἔσχεν ἀρχήν, καὶ οὐκ̣έτι βασιλευ´̣ει, ὅταν αὕτη τέλ̣ο̣ς ἀπολάβῃ· ἐκείνη μὲν γὰρ δι' αὐτόν ἐστιν. ὡς ἡ θ̣εότης ο̣υ᾿̣ διὰ ἄλλον πρόσεστιν αυ᾿̣τῷ, οὕτως̣ οὐδ̣ὲ ἡ βασιλεία οὐδὲ ἡ ἁγιότης. "ὁ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος". ἡ δὲ π̣ρὸ αἰῶνος βασιλ̣ε̣ία δι' αὐτόν. πάλιν· "ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων". τῷ θεῷ λόγῳ λέγεται τοῦτο. ὁ λόγος οὐδὲ ἀρχομένην ἔχει βασιλείαν οὐδὲ λήγ̣ουσαν· "κύριος" γὰρ "βασ̣ιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι". ἠπόρησεν ἔτι σημᾶναι χρόνον καὶ αἰῶνα, κα̣ι`̣ ε̣ἰ῀̣π̣εν "καὶ ἔτι". το`̣ "ἐ´̣τι" ο̣ὕτω λαμβάνομεν· κἂν αἰῶνα λάβῃς ἄλλον, ἔτι βασιλεύει, κἂν ἄλλο̣ν̣, ἐ´̣τι, κἂν πάντας̣, ἐ´̣τ̣ι̣ βασιλεύει· ἐξ οὗ δείκνυται ἀτελεύτητος οὖσα αὐτοῦ ἡ ἀρχή· ἡ γὰρ βασιλεία ἣν κατὰ συνκατά5 βασιν ἔσχεν, καὶ πεπαύσεταί ποτε καὶ ἀρχὴν εἴληφεν· διά τι γάρ ἐστιν, διὰ τὴν τοῦ κόσμου σωτηρίαν, διὰ τὴν ἀφαίρεσιν "τῆς ἁμαρτίας τοῦ κόσμου". καὶ ὥσπερ ἰατρὸς ἀεὶ μὲν ἰατρός ἐστιν ἀφ' οὗ τὴν τέχνην ἔχει καὶ ἐς ὅσον δὲ αὐτὴν πράττει ἰατρὸς ἀρχὴν ἔχει καὶ τέλος, τοῦ δὲ κάμνοντος ἀρχὴν ἔχει καὶ τέλος τοῦ ἔτι ἐκείνου ἰατρὸς εἶναι, ὅταν εἰς εὔεικτον ὑγίειαν ἀχθῇ καὶ εἰς εὔεικτον ἕξιν, τὰ αὐτὰ καὶ περὶ διδαςκάλων ἐρεῖς. ἔστιν τις διδάσκαλος ἀφ' οὗ ἐπιστήμην ἀνείληφεν. γίνεται δὲ τοῦδε διδάσκαλος ὅταν προσέλθῃ αὐτῷ· καὶ ὅταν ἐκεῖνος παιδευθῇ καὶ ἄκρως ἀναλάβῃ τὴν ἐπιστήμην ὡς ὁ διδάσκαλος, πέπαυται τοῦ εἶναι αὐτοῦ διδάσκαλος. καὶ ἀρετή ἐστίν πως διδασκάλου