3
τοιοῦτον τοῖς μήπω τῆς ἀκηράτου καὶ θείας ἡδονῆς γευσαμένοις, δι' οὗ συμπαραδεχθήσεται τῆς ἀρετῆς τὰ διδάγματα, διά τινος τῶν τὴν αἴσθησιν εὐφραινόντων ἐφηδυνό μενα, καθάπερ καὶ τοῖς ἰατροῖς ποιεῖν σύνηθες, ὅταν τι πικρόν τε καὶ δύσληπτον τῶν ἀλεξητηρίων φαρμάκων 5.29 εὔληπτον ποιῶσι τοῖς ἀρρωστοῦσι τῇ τοῦ μέλιτος ἡδονῇ παραρτύοντες. εἰ δὲ τελείως ἡμῖν ἡ εἰσαγωγὴ τοῦ κατ' ἀρετὴν βίου διὰ τῶν εἰρημένων τετεχνολόγηται, ὡς δεῖν πρότερον μὲν ἀπ' ἀλλήλων χωρίσαι τὰ ἐναντία τῶν ἐπιτηδευ μάτων, εἶτα ἑκάτερον αὐτῶν τῷ ἰδίῳ γνωρίσματι σημειώσα σθαι, καὶ μετὰ τοῦτο τὸ μὲν ἀποσεμνῦναι τῷ λόγῳ, τὸ δὲ φευκτὸν ἐκ διαβολῆς ἀπεργάσασθαι, τοῖς τε τῶν ἐπισήμων ἀνδρῶν ὑποδείγμασιν ἐπιρρῶσαι πρὸς ἑκάτερον τὴν διάνοιαν, καὶ ταῖς μερικαῖς ὑποθήκαις τήν τε πρὸς τὸ ἀγαθὸν ἄγουσαν ὁδὸν ὑποδεῖξαι καὶ ἀποτρέψαι τοῦ χείρονος, τό τε κατεσκλη κὸς καὶ ἀνδρῶδες τῆς ἀρετῆς ἡδὺ ποιῆσαι τοῖς νηπιάζουσι διά τινος τῶν εὐφραινόντων τὴν αἴσθησιν ἡμῶν γλυκαινόμενον, καιρὸς ἂν εἴη κατανοῆσαι πῶς διὰ τῆς θεωρηθείσης ταύτης τεχνολογίας πᾶσα προῆκται ἡμῖν ἡ διὰ τῶν ψαλμῶν διδασκαλία τῆς τε κακίας ἀπείργουσα καὶ πρὸς ἀρετὴν ἐφελκομένη.
ΚΕΦΑΛΑΙΟΝ Γʹ
Πρῶτον τοίνυν, ἐκ γὰρ τῶν τελευταίων ἀρχόμεθα τῆς ἐξετάσεως,
σκοπήσωμεν τὴν ἐπίνοιαν, δι' ἧς οὕτω σκληράν τε καὶ σύντονον οὖσαν τὴν κατ' ἀρετὴν πολιτείαν τήν τε τῶν μυστηρίων αἰνιγματώδη διδασκαλίαν καὶ τὴν ἀπόρρητόν τε καὶ κεκρυμμένην δυσεφίκτοις θεωρήμασι θεολογίαν οὕτως εὔληπτόν τε καὶ γλυκεῖαν ἐποίησεν, ὡς μὴ μόνον τε λείοις ἀνδράσι τοῖς ἤδη κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητή ρια τὴν διδασκαλίαν ταύτην σπουδάζεσθαι, ἀλλὰ καὶ τῆς γυναικωνίτιδος ἴδιον γενέσθαι κτῆμα καὶ νηπίοις ὥς τι τῶν ἀθυρμάτων ἡδονὴν φέρειν καὶ τοῖς παρηλικεστέροις ἀντὶ 5.30 βακτηρίας τε καὶ ἀναπαύσεως γίνεσθαι, τόν τε φαιδρυνό μενον ἑαυτοῦ νομίζειν εἶναι τῆς διδασκαλίας ταύτης τὸ δῶρον καὶ τὸν σκυθρωπῶς ἐκ περιστάσεως διακείμενον δι' αὐτὸν οἴεσθαι τὴν τοιαύτην τῆς γραφῆς χάριν δεδόσθαι· ὁδοιποροῦντές τε πρὸς τούτοις καὶ θαλαττεύοντες ἄνθρωποι, ἤ τισιν ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι καὶ πάντες ἁπαξαπλῶς ἐν πᾶσιν ἐπιτηδεύμασιν ἄνδρες τε καὶ γυναῖκες, ἐν ὑγιείᾳ τε καὶ ἀρρωστίᾳ, ζημίαν ποιοῦνται τὸ μὴ διὰ στόματος τὴν ὑψηλὴν ταύτην διδασκαλίαν φέρειν. ἤδη δὲ καὶ τὰ συμπόσια καὶ αἱ γαμικαὶ φαιδρότητες ὡς μέρος εὐφροσύνης τὴν φιλοσοφίαν ταύτην ἐν ταῖς θυμηδίαις παραλαμβάνουσιν, ἵνα παρῶμεν τὴν ἔνθεον ἐν ταῖς παννυχίσι διὰ τούτων ὑμνῳδίαν καὶ τὴν τῶν ἐκκλησιῶν ἐσπουδασμένην ἐν τούτοις φιλοσοφίαν. Τίς οὖν ἡ ἐπίνοια τῆς ἀφράστου ταύτης καὶ θείας ἡδονῆς, ἣν κατέχεε τῶν διδαγμάτων ὁ μέγας ∆αβίδ, δι' ἧς οὕτω γέγονεν εὐπαράδεκτον τῇ φύσει τῶν ἀνθρώπων τὸ μάθημα; πρόχειρον μὲν ἴσως παντὶ τὸ εἰπεῖν τὴν αἰτίαν, καθ' ἣν ἐν ἡδονῇ τὴν ἐν τούτοις μελέτην ποιούμεθα· τὸ γὰρ μελῳδεῖν τὰ ῥήματα εἴποι τις ἂν αἴτιον εἶναι τοῦ μεθ' ἡδονῆς περὶ τούτων διεξιέναι. ἐγὼ δὲ κἂν ἀληθὲς ᾖ τοῦτο, φημὶ δεῖν μὴ παριδεῖν ἀθεώρητον. ἔοικε γὰρ μεῖζόν τι ἢ κατὰ τὴν τῶν πολλῶν διάνοιαν ὑποσημαίνειν ἡ διὰ τῆς μελῳδίας φιλοσοφία. τί οὖν ἐστιν ὃ φημί; ἤκουσά τινος τῶν σοφῶν τὸν περὶ τῆς φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τις κόσμος ἐστὶν ὁ ἄνθρωπος πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου. ἡ δὲ τοῦ παντὸς διακόσμησις ἁρμονία τίς ἐστι μουσικὴ πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη καὶ ἑαυτῇ συνᾴδουσα καὶ μηδέποτε τῆς συμφωνίας ταύτης διασπωμένη, εἰ καὶ πολλή τις ἐν 5.31 τοῖς καθ' ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται. οἷον γὰρ ἐπὶ τοῦ πλήκτρου γίνεται τοῦ τεχνικῶς ἁπτομένου τῶν τόνων καὶ τὸ μέλος ἐν τῇ ποικιλίᾳ τῶν φθόγγων προάγοντος, ὡς εἴγε μονοειδής τις ἐν