3
σφόδρα καὶ εὐτελές. οὐκ εἶπεν, ὅτι 6 οἰκίας χρυσορόφους εἶχεν. οὐκ ἦν ὁ πλοῦτος ἄκαρπος· ἀπὸ μὲν γὰρ προβάτων καὶ βοῶν δυνατὸν ἦν εὖ ποιεῖν τοῖς δεομένοις, ἀπὸ δὲ χρυσοῦ ὀρόφου οὐκέτι. μέγας οὗτος ὁ πλοῦτος· οὐδεὶς κωλύεται τοῦτον ἔχειν. καὶ ἔργα, φησίν, μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. οἱ μὲν τὰ πνευματικά φασιν-ὄντως γὰρ μεγάλα ἔργα ταῦτα-, οἱ δὲ τὰς ἀμπέλους, τὰς ἐλαίας καὶ ἄλλα τοιαῦτα. πλὴν ἐκεῖνο ἔργον μέγα ἐστὶ τὸ μένον, τὸ μὴ διαλυόμενον καὶ παυόμενον, τὸ μὴ καταπῖπτον. ὁρᾷς, ἐν ὅσῳ πλούτῳ δίκαιος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 1,3g καὶ ἦν, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν. ἀνατολικὸν αὐτὸν καλεῖ. πάντων, φησίν, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπρούς. τί αὐτὸν οὐκ ἂν ἐπῆρεν εἰς ὑπερηφανίαν ἡ κατὰ ψυχὴν ἀρετή, ἡ ἐν πᾶσιν εὐπραγία, τὸ μόνον εἶναι τοιοῦτον καὶ πλούσιον καὶ ἐνάρετον, τὸ προγόνων εἶναι θαυμαστῶν; ἀλλὰ ταῦτα ἐπὶ μὲν τῶν ἀσεβῶν ὅταν ἐκβαίνῃ, ἄκουσον, τί φησιν ὁ προφήτης· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. καὶ πάλιν αὐτὸς οὗτός φησιν· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ ἐν πλούτῳ; αὐτὸς δὲ οὐχ οὕτως ἦν. οὐκ ἄρα ἡ τοῦ πλούτου φύσις τούτων αἰτία, ἀλλ' ἡ γνώμη τῶν οὐ δεόντως αὐτῷ χρωμένων. ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο. οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα. ταῦτα καὶ ἐπὶ τοῦ ˉ̓Αβραὰμ ἔστιν εἰπεῖν. καὶ γὰρ καὶ ἐκείνῳ ὁ πλοῦτος ἐν τούτοις ἦν, πρὸς ἐργασίαν γῆς, πρὸς ἐπιμέλειαν τῶν ἀναγκαίων. ὁ 7 πλοῦτος ὁ θαυμαστός, οὗτός ἐστι ποθεινότερος καὶ ἡδίων καὶ χρησιμώτερος καὶ ἀσφαλέστερος καὶ δικαιότερος καὶ εὐσεβέστερος καὶ μᾶλλον ἀνθρώπῳ πρέπων καὶ ἀπονώτερος καὶ ζημίαν οὐ τοσαύτην ἔχων οὐδὲ μεταβολὰς δεχόμενος οὐδὲ τρεπόμενος. τινὲς τὸ τῶν ἀφ' ἡλίου ἀνατολῶν "τοῦ Ἀβραάμ" φασιν, ἐπειδὴ ἐκεῖθεν ἦν ὁ Ἀβραάμ. 1,4a συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους 4b ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν 4c συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν 4d ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. πολλὴ ἡ ὁμόνοια· τὸ μέγιστον τῶν ἀγαθῶν ἦσαν πεπαιδευμένοι, κοινῇ σιτεῖσθαι, κοινὴν τράπεζαν ἔχειν· οὐ μικρὸν γὰρ τοῦτο εἰς συμφωνίαν συντελεῖ. ὁρᾷς, ἀγαπητέ, εὐφροσύνην μετὰ ἀσφαλείας; ὁρᾷς τράπεζαν ἀδελφικήν; ὁρᾷς χορὸν συνδεδεμένον; τοῦτο γὰρ ἀπὸ πολλῆς φιλίας ἐγίνετο. συμπαραλαμβάνοντες ἅμα, φησίν, καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. μεγίστης γὰρ τοῦτο φιλίας τεκμήριον. διὰ τοῦτο καὶ Παῦλος ἐπέταττε λέγων· συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. οὕτω σύνδεσμός ἐστι κοινωνία τραπέζης, ὡς καὶ λῃστῶν περιγενέσθαι κακίας. λέγονται γὰρ ἁλῶν καὶ τραπέζης κοινωνήσαντες μεταβάλλεσθαι τὸν τρόπον πρὸς τοὺς κεκοινωνηκότας καὶ μὴ κεχρῆσθαι τῇ πονηρίᾳ κατὰ τῶν ὁμοτραπέζων· ὥστε εὗρέ τινα μέθοδον Ἰὼβ καὶ τὸ ἡδὺ καὶ τὸ ἀναγκαῖον ἔχουσαν ἐθίσας αὐτοὺς κοινῇ σιτεῖσθαι καθ' ἑκάστην ἡμέραν. ὅρα καὶ τοῦ πότου τὸ σεμνόν· τῶν υἱῶν τοῦτο ἔργον ἦν, οὐ τῶν θυγατέρων. ἐκεῖνοι γάρ, φησίν, τοῦτο παρεσκεύαζον, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ διὰ παντὸς ἐγίνετο. 1,5a καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, 5b ἀπέστελλεν ˉ̓Ιὼβ καὶ ἐκαθέριζεν αὐτούς. 8 ποῦ ἀπέστελλεν; πῶς δὲ ἐκαθέριζεν; τίς δὲ τῆς καθάρσεως ὁ τρόπος; τίνος δὲ ἕνεκεν ἐκαθέριζεν; ἀκάθαρτον δὲ ἐν τῷ συμποσίῳ ἦν; τί ἐστι τὸ λεγόμενον; ἄκουε τῶν ἑξῆς καὶ μάνθανε, τί ἐστι τὸ ἐκαθέριζεν· οὐκ ἀπὸ σωματικοῦ τινος ῥύπου-οὔπω γὰρ οὗτος ἦν ὁ νόμος-, ἀλλ' ἀπὸ διανοίας. ἵνα γὰρ μηδὲν ὑποπτεύσῃς πονηρόν, ἄκουσον, τί φησιν· 1,5b καὶ ἀνιστάμενος τὸ πρωὶ 5c προσέφερε θυσίας περὶ αὐτῶν κατὰ τὸν ἀριθμὸν αὐτῶν 5d καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. 5e ἔλεγε γὰρ ˉ̓Ιώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. τουτέστιν· ἐκαθέριζεν. ὑπὲρ τῶν