1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

70

φύσεως. εἶτα πάλιν· οὐ μὴ εἰσακούσῃ, φησίν, ἀπὸ ὕβρεως πονηρῶν· τοῦτο φυλακή. ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος. οὐ μόνον οὐ δέχεται ὁ κύριος, ἀλλ' οὐδὲ ἰδεῖν βούλεται, ὥσπερ ἄλλος φησὶ προφήτης· καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά. ὁρᾷς, πόση πρόνοια, πόση φυλακή, πόση σύνεσις; εἰ καὶ μή σε ἐκδικεῖ, ἀλλ' ἀπεχθῶς ἔχει πρὸς τὸ πρᾶγμα. εἶτα, ἐπειδὴ εἶπεν· οὐ βούλεται ὁρᾶν, ἵνα μὴ νομίσῃς ἀγνοίας εἶναι τὸ πρᾶγμα, ἀλλὰ μάθῃς, ὅτι σχέσεώς τινός ἐστι καὶ ἀντιλογίας, ἄκουσον, πῶς ἐπήγαγεν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. «εἰ δικαστήριον ἐκάθισεν», φησίν, «καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας; οὐκ ἂν αὐτὸν ἐδόξασας κατ' ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι; τὸ μὲν γὰρ μὴ δύνασθαι κατ' ἀξίαν τὸν θεὸν ὑμνεῖν οὐδὲν μέγα, τὸ δὲ μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν ἐν τοῖς πρὸς ἡμᾶς μὴ δύνασθαι κατ' ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.»

36,1 ΠΡΟΣΘΕΙΣ ∆Ε ΕΛΙΟΥΣ ΕΤΙ ΛΕΓΕΙ· 36,2a μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω

σε· 2b ἔτι γάρ μοι ἔνεστι λέξις. 36,3a ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, 3b ἔργοις δέ μου δίκαια ἐρῶ 36,4a ἐπ' ἀληθείας, καὶ οὐκ ἄδικα, φησίν, ῥήματα 4b ἀδίκως συνίεις. τουτέστιν· τὰ ἐπὶ τῶν ἔργων αὐτῶν ἐκβαίνοντα δίκαια λέγω, οὐχὶ ῥήματα ταῦτά ἐστιν οὐδὲ λόγοι. εἶτα μετὰ πολλά φησιν· 36,21a ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄδικα. οὐκ εἶπεν ὅτι· «ἔπραξας.» 179 36,24a μνήσθητι οὖν, ˉ̓Ιώβ, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, 24b ὧν ἦρξαν ἄνδρες. 36,25a πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, 25b ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. τουτέστιν· ἀπολλύμενοι καθ' ἑκάστην ἡμέραν, ὅσους ἀναιρεῖ. 36,27a ἠρίθμηνται δὲ αὐτῷ ὑετοῦ σταγόνες. ἐνταῦθα τὴν γνῶσίν φησιν καὶ τὴν πρόνοιαν. 36,28b ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28c ὥραν δὲ ἔθετο κτήνεσιν, 28d καὶ οἴδασι κοίτης τάξιν. καίτοι λόγου ἀπεστερημένα ἀπὸ τῆς φύσεως ἔγνωσαν. προοιμιάζεται περὶ τούτων, περὶ ὧν μέλλει αὐτῷ ὁ θεὸς διαλέγεσθαι. 36,28e ἐπὶ τούτοις πᾶσιν, φησίν, οὐκ ἐξίσταταί σου ἡ διάνοια; οὐκ εἶπεν· "οὐ θαυμάζει;", ἀλλ' οὐκ ἐξίσταται;-ὄντως γὰρ ἔκστασις καὶ φρίκη, πόθεν τὰ ἄλογα τοσαύτην εὐταξίαν φυλάττει-, ἵνα μάθῃς, ὅτι καὶ σὺ οὐκ ἀπὸ τοῦ λόγου, ἀλλ' ἀπὸ τοῦ τὸν λόγον δεδωκότος κυβερνᾷ. καὶ μετὰ πολλά φησιν· 37,7b ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. «διὰ τοῦτο», φησίν, «οὕτω μεγάλα αὐτοῦ τὰ δημιουργήματα, διὰ τοῦτο ψῦχος καὶ καῦμα, διὰ τοῦτο ἀέρων ἀνωμαλία.» μὴ γὰρ οὐκ ἐνῆν γενέσθαι κρᾶσιν ἀρίστην; ἀλλ' ἵνα πάντοθεν κωλύσῃ τοῦ φρονήματος τὸ ὑπερέχον καὶ διανιστάμενον, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. κατὰ πρόσωπον ψύχους αὐτοῦ, φησίν, τίς ὑποστήσεται; καὶ πᾶσα ἡ κτίσις πρὸς τοῦτο δεδημιούργηται καὶ πάντα διὰ τοῦτο γέγονεν. ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ ταπεινο180 φροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ἵνα λέγωμεν κατὰ τὸν ∆αυίδ· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ἵνα λέγωμεν κατὰ τὸν ἀπόστολον, ὅτι ἐμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη. ἀσθενῆ αὐτὸν ἐποίησεν, καὶ νομίζει ἰσχυρὸς εἶναι· διὸ καὶ ἀσθενέστερος γίνεται. τὰ μὲν οὖν ὁμοῦ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἡμετέραν ἀσθένειαν δείκνυσιν, τὰ δὲ τὴν δύναμιν αὐτοῦ μόνον. οὐ γὰρ μόνον βούλεται πανταχοῦ μετὰ τοῦ λυπεῖν ἡμᾶς θαυμάζεσθαι παρ' ἡμῶν, ἀλλ' ἔστιν ὅπου καὶ ἀνίησιν ἡμῶν τὴν διάνοιαν. καὶ μετὰ πολλά φησιν· 37,17a σοῦ δὲ ἡ στολὴ θερμή, 17b ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. ἤτοι τοῦτό φησιν, ὅτι «ἐν ὀδύναις εἶ νῦν, ἀλλ' ὕστερον ἀναπαύσῃ». καὶ τοῦτο τῆς τοῦ θεοῦ σοφίας τὸ λύσιν τινὰ καὶ πέρας ἐπινοῆσαι τοῖς ἀνθρωπίνοις κακοῖς τὸν θάνατον. ἢ ὅτι «εἰ καὶ ἐν