1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

49

ποῦ οὖν ἐστί μου ἡ ἐλπίς; 15b ἢ τὰ ἀγαθά μου ὄψομαι ἔτι; 17,16a ἢ μεθ' ὑμῶν εἰς ᾅδην καταβήσεται; 16b ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβήσομαι; «λέγετέ μοι», φησίν, «"ὑπόμεινον". ποῦ; εἰς τὸν ᾅδην; ἐκεῖνος γάρ με διαδέχεται λοιπόν. θάνατον γάρ», φησίν, «προσεκαλεσάμην πατέρα μου εἶναι», τουτέστιν· «ποθεινός μοι ὁ θάνατος, πάντως ἐκεῖ με δεῖ ἀπελθεῖν.»

18,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΒΑΛ∆Α∆ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 18,2a μέχρι τίνος οὐ παύσῃ;

2b ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. 18,3 διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου, 18,4a κέχρησαι δὲ ὀργῇ; ὅρα αὐτοὺς κρινομένους αὐτῷ, ὅρα βουλομένους ἐπιστομίζειν αὐτόν. τοῦτο οὐχὶ παραμυθουμένων ἐστίν, ἀλλὰ τοὐναντίον παροξυνόντων καὶ σκωπτόντων αὐτόν. ἐπίσχες, φησίν, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. «διὰ τί γὰρ παρεγενόμεθα; οὐχ ἵνα καὶ αὐτοὶ λαλήσωμεν;» διὰ τί δέ, φησίν, ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; ὁρᾷς τὴν φιλοτιμίαν; αἰσχύνην ἡγοῦνται καὶ ἀλογίαν ἐσχάτην τὸ σιγᾶν. οὐκ ἔστι τοῦτο παραμυθουμένων. «πλειόνων πλέον ἀποίσῃ», φησίν, «αὐτὸς νικήσας ἡμᾶς καὶ περιγεγονώς.» ὅρα πάντας αὐτῷ μακρηγορίαν ἐγκαλοῦντας, ὅρα μεμφομένους καὶ αἰτιωμένους. 125 18,4b τί γάρ; φησίν, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανὸν 4c ἢ κατασκαφήσεται ἡ γῆ ἐκ θεμελίων; ἐπειδὴ συνεχῶς τοῦτο ἐθρήνει, ὅτι «ἀποθανεῖν βούλομαι», ποία τοῦτο παραμυθία; πῶς δὲ ἄν τις αὐτὸν κατέβαλεν ἑτέρως; μὴ γὰρ δὴ τοῦτο ἔλεγεν, ὅτι ἀοίκητος ἔσται ἡ ὑπ' οὐρανόν, ἢ ὡς μέγα τι τῷ κοινῷ τούτῳ βίῳ συντελῶν οὕτως ἐμνημόνευσε τῆς τελευτῆς; καὶ μὴν τοὐναντίον φησίν, ὅτι οὐδέν ἐστιν ἄνθρωπος οὐδὲ ἄξιος λόγου τινός. τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν. οὐδὲ γὰρ ἔχουσιν ἐλέγξαι τι πεπραγμένον αὐτῷ πονηρόν. ὅρα δέ μοι τὴν πονηρίαν· λέγοντες γάρ, ὅτι μεγάλα κακὰ τοῖς ἀσεβέσι συμβαίνει, ταῦτα λέγουσι τὰ κακά, ἅπερ ὁ Ἰὼβ ὑπέμεινεν, καὶ τὸν λόγον πλέκουσι διὰ τῶν τούτου συμφορῶν ὥσπερ ἐνδείξασθαι βουλόμενοι, ὅτι αὐτὸν αἰνίττονται. ὅρα γὰρ καὶ βλέπε καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τούτου. 18,5a καὶ φῶς ἀσεβῶν, φησίν, σβεσθήσεται. ἐπειδὴ ἐν εὐπραγίᾳ ἦν τὸ παλαιόν. 18,5b καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ, φησίν. 18,6a τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ αὐτοῦ, 6b ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. 18,7a θηρεύσειαν αὐτοῦ τὰ ὑπάρχοντα ἐλάχιστοι. καὶ τοῦτο αὐτῷ συνέβη. 18,7b καὶ σφαλείη αὐτοῦ ἡ βουλή, 18,8a ἐμβληθείη δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι. τουτέστιν· κατέχεται καὶ διαφυγεῖν οὐ δύναται. 18,8b καὶ ἐν δικτύῳ εἱλιχθείη. 18,9a ἔλθοιεν δὲ ἐπ' αὐτῷ παγίδες κυκλόθεν, 9b καὶ κατισχύσουσιν ἐπ' αὐτὸν διψῶντες. 18,10a κέκρυπται δὲ ἐν τῇ γῇ σχοινίον αὐτοῦ 10b καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων κυκλόθεν, 18,11a καὶ ὀλέσειαν αὐτὸν ὀδῦναι. 11b πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, 18,12 καὶ πτῶμα αὐτῷ ἡτοίμασται ἐξαίσι126 ον. 18,13a βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, 13b κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος. τοῦτο τούτῳ συνέβη. 18,14a ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. καὶ τοῦτο τούτῳ συμβέβηκεν. 18,14b σχοίη δὲ αὐτὸν ἀνάγκη καὶ αἰτία βασιλική. βασιλική, τουτέστιν ἡ τοῦ θεοῦ, ἐμοὶ δοκεῖ. εἰ δὲ ἀνθρωπίνην λέγει, ἀναμίγνυσι καὶ τὰ μὴ συμβάντα αὐτῷ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18,15a κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἐν τῷ σώματι αὐτοῦ, 15b κατασπαρήσεται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. 18,16a ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, 16b καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ· 18,17a τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς. «ἀπὸ τῶν παίδων», φησίν, «οὐκ ἔσται ἐπίγνωστος», ὅπερ τούτῳ συνέβη. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου, φησίν, ἤγγισαν καὶ ἔστησαν. 18,17b καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρῳ 18,18 καὶ ἀπώσειαν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. 18,19a οὐκ ἔσται ἐπίγνωστος τῷ λαῷ αὐτοῦ 19b οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, 19c ἀλλ' ἐν τοῖς αὐτοῦ