1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

56

ἑκατέρωθεν θορυβεῖσθαι καὶ ταράττεσθαι εἰκός. ἀπέβησαν δέ, φησίν, ὥσπερ ὄνοι ἐν ἀγρῷ. τουτέστιν· πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν, οὐδεὶς αὐτοὺς ἀδικεῖ οὐδὲ κακῶς ποιεῖ. 143 αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς καὶ οὐ παρόψεται. 24,9a ἥρπασαν δέ, φησίν, ὀρφανὸν ἀπὸ μαστοῦ 9b καὶ ἐκπεπτωκότα ἐταπείνωσαν. 24,10a γυμνοὺς ἐκοίμισαν ἀδίκως, 10b πεινώντων δὲ τὸν ψωμὸν ἀφείλοντο. 24,11a ἐν σκοτεινοῖς ἐνήδρευσαν ἀδίκως, 11b ὁδὸν δικαίων οὐκ ᾔδεισαν. 24,12a ἐκ πόλεως καὶ ἐξ οἴκων ἰδίων ἐξέβαλον αὐτούς, 12b ψυχαὶ δὲ νηπίων ἐστέναξαν μεγάλως. 12c αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; 24,13a ἔτι ὄντων αὐτῶν ἐπὶ γῆς καὶ οὐκ ἐπέγνωσαν, 13b ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, 13c οὐδὲ ἐπορεύθησαν ἀτραποὺς αὐτῆς. 24,14a γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος. τουτέστιν· μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστιν· γνούς. 24,14b καὶ νυκτός, φησίν, ἔσται ὡς κλέπτης. 24,15a καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος 15b λέγων· οὐ προσνοήσει με ὀφθαλμός, 15c καὶ ἀποκρυβὴν πρὸ προσώπου σου ἔθετο. 24,16a διώρυξεν ἐν σκότει οἰκίας. 16b ἡμέρας δὲ ἐσφράγισαν ἑαυτούς, 16c οὐκ ἐπέγνωσαν φῶς, 24,17a ὅτι ὁμοθυμαδὸν πρωὶ αὐτοῖς σκιὰ θανάτου, 17b ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. 24,18a ἐλαφρός ἐστιν ἐπὶ προσώπου ὕδατος· 18b καταραθείη ἡ μερὶς αὐτῶν. 24,19a ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· 19b ἀγκαλίδα γὰρ ὀρφανοῦ ἥρπασαν. 24,20a εἶτα ἐμνήσθη αὐτοῦ ἡ ἁμαρτία, 20b καὶ ὥσπερ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο. 20c ἀποδοθείη αὐτῷ καθὰ ἔπραξεν, 20d συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. 24,21a στεῖραν οὐκ ἐποίκτειραν 21b οὐδὲ γύναιον ἠλέησαν. 24,22a θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. 22b ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς. 24,23 μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιᾶναι, ἀλλὰ πεσεῖται νόσῳ. 24,24a πολλοὺς 144 γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ. 24b ἐμαράνθη δὲ ὥσπερ χλόη ἐν καύματι 24c ἢ ὥσπερ στάχυς αὐτόματος πεσὼν ἀπὸ καλάμης. 24,25a εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενός με ψευδῆ λέγειν 25b καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;

25,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΒΑΛ∆Α∆ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 25,2a τί γάρ ἐστι προοίμιον

ἢ φόβος παρ' αὐτοῦ; τουτέστιν· πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδείς, ὃς δυνήσεται τὴν χεῖρα διαφυγεῖν ἐκείνην. 25,2b ὁ ποιῶν, φησίν, τὴν σύμπασαν ἐν ὑψίστῳ ἐστίν. 25,3a μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; 3b ἐπὶ τίνας δὲ αὐτῶν οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; 25,4a πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; 4b ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικῶν; ἐπειδὴ γὰρ εἶπεν· οὔπω ἐπισκοπὴν αὐτοῦ πεποίηται, «ναί», φησίν, «οὐκ ἔστι παρέλκυσις ἀνδράσι πειραταῖς.» καὶ μὴν τοὐναντίον τῶν συμβαινόντων φησίν· ἔστι γὰρ παρέλκυσις. ἀλλ' ὥστε ἐναντιωθῆναι τῷ Ἰὼβ ταῦτά φησιν οὗτος. πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; ὅτι, πᾶσα ἀνάγκη, κολάζεται. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν, ὅτι «ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι», πρὸς τοῦτο οὗτός φησιν, ὅτι οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις. «πῶς γὰρ ἔσται δυνατὸν τοῦτο», φησίν, «δίκαιον ἕνα εἶναι καθόλου; ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.» 25,4c οὐρανός, φησίν, οὐ καθαρός. 25,5a ὁ λέγων τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 5a σελήνῃ δὲ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, 5b ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. 25,6a ἔα δέ, πᾶς ἄνθρωπος σαπρία 6b καὶ υἱὸς ἀνθρώπου σκώληξ. 145

26,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 26,2a τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;

2b πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ὁ βραχίων κραταιός ἐστιν; 26,3a τίνι συμβεβούλευσαι; οὐχ ᾧ ἡ πᾶσα σοφία; 3b ἢ τίνι ἐπακολουθεῖς; οὐχ ᾧ μεγίστη