1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

21

ἐναντία καὶ ἀποδέοντα. καὶ ὅρα, τί γίνεται· ἵνα μὴ δόξωσιν ὡς ἐχθροὶ καὶ βλάσφημοι λέγειν τὰ μετὰ ταῦτα, προλαβόντες τοῖς γεγενημένοις ἀνεῖλον τὴν ὑποψίαν ὥστε τὸν δικάζοντα τοῖς λεγομένοις μὴ παρακρουσθῆναι τῇ τῶν ἐχθρῶν ὑποψίᾳ. καὶ οὐδεὶς αὐτῶν, φησίν, ἐλάλησε πρὸς αὐτὸν λόγον. ὅρα μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ δεινόν. καὶ τοῦτο συνετῶς ἐποίησαν τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρείᾳ, τῷ διαρρῆξαι τὰ ἱμάτια.

3,1a καὶ μετὰ ταῦτα ἤνοιξεν ˉ̓Ιὼβ τὸ στόμα αὐτοῦ 1b καὶ κατηράσατο τὴν

ἡμέραν αὐτοῦ. 3,2 καὶ ἀπεκρίθη Ἰὼβ λέγων· 3,3a ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, 3b καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. ὅτι δεινὰ τὰ συμβεβηκότα, διὰ τῆς σιγῆς ἐμαρτύρουν αὐτοί. οὐκ ἂν ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκεν. τί δὴ τοῦτό ἐστιν· ἀπόλοιτο, φησίν, ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν· ἐπῄνεσα τοὺς ἀποθανόντας, τοὺς ἤδη τεθνηκότας ὑπὲρ τοὺς ζῶντας. ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο. ταῦτα δὲ τὰ ῥήματα μὴ ἁπλῶς ἐξετάζωμεν, ἀλλ' ἐκ ποίας λέγεται διανοίας ἴδωμεν, ἀθυμούσης καὶ θορυβουμένης, ἐπεὶ καὶ ∆αυίδ φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, ἀλλ' ἐν τῇ ἐκστάσει εἶπεν. καὶ ἑτέρωθί φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. οὕτω καὶ οὗτος 51 ἐν τῇ συμφορᾷ ταῦτα εἶπεν. οὐχ ὁρᾷς, ἀγαπητέ, τοὺς τεμνομένους βοῶντας μεγάλα; ἆρ' οὖν αὐτοῖς ἐπιπλήττομεν; οὐδαμῶς, ἀλλὰ συγγινώσκομεν. εἰ μὴ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. οὐκ ἀκούεις τοῦ Μωυσέως οἷά φησιν; ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν. τί διαφέρει, εἰπέ μοι, τὸ εἰπεῖν ἀπόκτεινόν με τοῦ εἰπεῖν ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ Ἰερεμίας εἶπεν· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. μὴ τὰ ῥήματα ἴδῃς ἁπλῶς, ἀλλὰ τὴν διάνοιαν ἐξέταζε. ὅτι μὲν γὰρ οὐχ ἥμαρτεν οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, πολλάκις ἤκουσας· ὅτι δὲ οὐδὲ μετὰ ταῦτα ἥμαρτεν, αὐτοῦ πάλιν ἀκούσῃ τοῦ θεοῦ λέγοντος· οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα ἀρετὴν ἐπεδείξατο. τὴν οὖν ἀπόφασιν ἰδόντες τοῦ θεοῦ προσέχωμεν τοῖς λεγομένοις. κἂν μὲν εὕρωμέν τι † εἰπεῖν ἐπεὶ † εὐχαριστήσωμεν τῷ θεῷ. ἀπόλοιτο, φησίν, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. τί ἐστιν ἀπόλοιτο, ἴδωμεν, καὶ ὀψόμεθα ἀθυμίας ὄντα τὰ ῥήματα, οὐχὶ πονηρίας οὐδὲ βλασφημίας τινός. οὐ γὰρ ἀπώλετο· μὴ γὰρ δυνατὸν αὐτὴν ἐπανελθεῖν πάλιν καὶ γενέσθαι ἄνωθεν, ὡς περί τινος ἀνυποστάτου διαλέγεται πράγματος. 3,4a ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος, 4b καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν 4c μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· 3,5a ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, 5b καὶ ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. 3,6a καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, 6b ἀπενέγκοιτο αὐτὴν σκότος. 6c μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ 6d μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν. 3,7a καὶ ἡ νὺξ ἐκείνη εἴη ὀδυνηρά, 7b καὶ μὴ ἔλθοι ἐν αὐτῇ εὐφροσύνη μηδὲ χαρμονή, 3,8a ἀλλὰ κατα52 ράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, 8b ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. 3,9a σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, 9b ὑπομείναι καὶ μὴ ἔλθοι καὶ μὴ φωτίσαι 9c μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, 3,10a ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· 10b ἀπήλλαξε γὰρ ἂν κόπον ἀπὸ ὀφθαλμῶν μου. ὁρᾷς ἀθυμίας ὄντα τὰ ῥήματα; τῆς ἡμέρας ἦν τὸ ταῦτα ἐργάσασθαι, εἰπέ μοι; 3,11a διὰ τί γάρ, φησίν, ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, 11b ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθέως ἀπωλόμην; 3,12a καὶ ἵνα τί συνήντησάν μοι γόνατα; 12b ἵνα τί δὲ ἐθήλασα μαστοὺς μητρός μου; 3,13a νῦν ἂν κοιμηθεὶς ἡσύχασα, 13b ὑπνώσας δὲ ἀνεπαυσάμην 3,14a μετὰ βασιλέων καὶ βουλευτῶν γῆς, 14b οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, 3,15a καὶ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, 15b οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, 3,16a ἢ ὥσπερ ἔκτρωμα