1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

73

ὑδάτων. «καὶ τοῦτο ἀπὸ τοῦ ἐμοῦ προστάγματος», φησίν. 186 38,9b ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. τίνος ἕνεκέν φησιν· ἐσπαργάνωσα; ἆρα ὡς τῷ βρέφει χρήσιμα τὰ σπάργανα, οὕτω καὶ τῇ θαλάσσῃ; ἢ ὅτι ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἢ ὅτι τοῦτο αὐτὴν κατέχει, ἢ τὸ θαυμαστὸν δείκνυσιν, ὅτι τὸ ῥευστὸν περιέβαλεν ἀέρι καὶ ὅτι οὐχ ὑπὸ γῆς μόνον, ἀλλὰ καὶ ὑπὸ ἀέρος κατέχεται οὔτε πρὸς ὕψος οὔτε πρὸς πλαγίαν ἐξενεχθῆναι παρὰ τὸ μέτρον δυναμένη. τί δὲ τὸ χρήσιμον; μεγάλη ἐντεῦθεν ἡ φιλοσοφία· οὐ γὰρ ἁπλῶς τὴν ἐπιφάνειάν φησιν, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ ὕδατος διὰ παντὸς ὁμίχλην ἔχει, καὶ μάλιστα τοῦ θαλαττίου. 38,10a ἐθέμην δὲ αὐτῇ ὅρια 10b περιθεὶς κλεῖθρα καὶ πύλας. πάλιν ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν ὡσανεὶ δεδεμένη. διὰ μὲν τούτου τὸ ἀσφαλές, διὰ δὲ τοῦ ἑξῆς τὸ εὔκολον δείκνυσιν. 38,11a εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, 11b ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις, οὕτω δὲ εὐκόλως ὡσανεὶ ἐπιτάξας. εἶπον, γάρ φησιν. καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅτι μηδεμιᾶς αὐτὴν ἀνάγκης ὠθούσης τοῦτο γίνεται, ἀλλὰ καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥύμης οὕτως αὐτὴν μαστιζούσης. διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληναίαν οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ θεοῦ τὴν ἰσχὺν τῆς φύσεως τῷ προστάγματι μαχομένης καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί. νῦν δὲ ταραττομένης, μαστιζομένης, ὠθουμένης ἔνδον καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένης διὰ τῆς ταραχῆς κηρύττει τοῦ θεοῦ τὴν ἰσχύν. ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. πάλιν ἐντεῦθεν ἐπὶ τὸν οὐρανὸν αὐτὸν εἵλκυσε πρότερον ἐκ τῶν κάτω διαλεχθείς· 187 38,12a ἐπὶ σοῦ, φησίν, τέταχα φέγγος πρωινόν; ἔστι γὰρ καὶ νυκτερινόν, τὸ σεληνιαῖον. 38,12b ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν; τῶν ἀστέρων ὁ πρῶτος. ὅρα καὶ ἐκεῖ τὴν εὐταξίαν. ἀπὸ τῶν ὑδάτων ἔμαθες, ὅτι καὶ ἐν οὐρανῷ οὐ φύσει τὰ πράγματα οἰκονομεῖται, ἀλλὰ προνοίᾳ θεοῦ· εἰ γὰρ ἐν ῥευστῇ φύσει καὶ ἀτάκτῳ τοσαύτη μὲν εὐταξία, τοσοῦτος δὲ ῥυθμός, ὅταν ἴδῃς καὶ ἐν οὐρανῷ τοῦτο, ἀναμνήσθητι τοῦ αἰτίου τούτων γινομένου. 38,13a ἐπιλαβέσθαι, φησίν, πτερύγων γῆς. τουτέστιν· περιπολεῖν. τί ἐστιν ἐπιλαβέσθαι; ὅτι ὅπου ἂν ᾖ, τὸ φῶς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει καὶ τοῖς εἰς τὰ πέρατα, ὥστε οὐδὲν θαυμαστὸν περὶ τοῦ ἡλίου τοῦτο, ὅπου γε καὶ ἐν τοῖς ἄστροις τοῦτό ἐστιν. καὶ τί τὸ κέρδος; 38,13b καὶ ἐκτινάξει ἀσεβεῖς, φησίν, ἀπ' αὐτῆς. περὶ τῶν λῃστῶν καὶ τυμβωρύχων καὶ τῶν ἄλλων ἁπάντων λέγει τῶν τῇ νυκτὶ πρὸς τὴν ἰδίαν κεχρημένων πονηρίαν. εἶτα τὸ πάντων μεῖζον· 38,14a ἢ σὺ λαβὼν πηλὸν ἔπλασας ζῷον 14b καὶ λαλητὸν ἔθου αὐτὸ ἐπὶ τῆς γῆς; ὅθεν δῆλον, ὅτι τὰ ἄλλα οὐκ εἶχε τοῦτο· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτὸ τῷ ἀνθρώπῳ προσῆψεν. ἀπὸ τῆς ψυχῆς ἔχει φωνὴν τοιαύτην εὔρυθμον καὶ ἐναρμόνιον. ὁρᾷς, ὅτι οὔτε τοῖς ἄστροις οὔτε τοῖς ἄλλοις μαρτυρεῖ τοῦτο; εἶτά φησιν· 38,15a ἀφείλω δὲ ἀσεβῶν τὸ φῶς 15b καὶ βραχίονα ὑπερηφάνων συνέτριψας; 38,16a ἦλθες δέ, φησίν, ἐπὶ πηγὴν θαλάσσης; πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν, οὐχ ὡς πηγὴν 188 τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης καθάπερ πηγὴν ἐχούσης. εἶτα τὸ ἄπειρον αὐτῆς· 38,16b ἐν δὲ ἴχνεσιν, φησίν, ἀβύσσου περιεπάτησας; «οὐ λέγω, ὅτι οὐδὲν δύνασαι ποιῆσαι ὧν ἐποίησα, ἀλλ' οὐδὲ οἶδας, πῶς γέγονεν, οὐδὲ εἰδέναι αὐτὰ δύνασαι οὐδὲ θεωρῆσαι αὐτὰ μετὰ ἀκριβείας.» διὰ τούτων διδάσκει αὐτὸν τὸ μέσον αὐτοῦ καὶ ἐκείνου. 38,17a ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; ταῦτα τὰ ἀόρατα, ἀπὸ τῶν φαινομένων κἀκεῖνα δῆλα. τουτέστιν, ὅτι «ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω, δεσμωτήριόν μοί ἐστιν ὁ ᾅδης.» 38,17b πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; 38,18a νουθέτησαι δὲ τῆς ὑπ' οὐρανὸν τὸ εὖρος; 18b ἀνάγγειλόν μοι, πόση ἢ τίς ἐστιν. 38,19a ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; 19b σκότους δὲ ποῖός ἐστιν ὁ τόπος; 38,20a εἰ ἄρα ἀγάγοις με εἰς ὅριον αὐτῶν, 20b εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, 38,21a οἶδα ἄρα, ὅτι τότε γεγένησαι, 21b ἀριθμὸς δὲ ἐτῶν σου πολύς. «ἀνάγγειλόν