1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

20

ἐφθέγξω. οὐκ ἔστι σὰ τὰ ῥήματα ταῦτα.» οὐ γὰρ ὅπως αὐτὴν ἐξυβρίσειε μόνον ἐσπούδαζεν, ἀλλὰ καὶ ὅπως ἀπαγάγοι τῆς πονηρᾶς ταύτης διανοίας. 2,10c εἰ τὰ μὲν ἀγαθά, φησίν, ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; τουτέστιν· «εἰ καὶ μόνον κακὰ ἦν, φέρειν ἔδει. κύριός ἐστι καὶ δεσπότης. οὐχὶ ἐξουσίαν ἔχει πάντα ἐπαγαγεῖν; τίνος ἕνεκεν ἔδωκε τὰ ἀγαθά; οὐχ ὡς ἀξίοις. μὴ τοίνυν μηδὲ νῦν ὡς παρ' ἀξίαν ταλαι48 πωροῦντες ἀλγῶμεν. μάλιστα μὲν κύριος ἦν καὶ μόνα δοῦναι τὰ κακά· εἰ δὲ καὶ ἀγαθὰ δέδωκεν, τί δυσχεραίνομεν;» ὅρα, πῶς οὐδαμοῦ οὔτε τὰ ἁμαρτήματα οὔτε τὰ κατορθώματα λέγει, ἀλλὰ μόνον, ὅτι ἔξεστι τῷ θεῷ, ἃ βούλεται, ποιεῖν. «ἀνάμνησον σαυτὴν τῆς προτέρας εὐπραγίας καὶ οὐκ οἴσεις χαλεπῶς τὰ παρόντα. ἀρκεῖ πρὸς παραμυθίαν ἡμῖν τὸ τὸν κύριον εἶναι τὸν ἐπαγαγόντα. μὴ λέγωμεν "δικαίως" ἢ "ἀδίκως".» καὶ ὅρα, πάλιν ἡ ἀνακήρυξις τοῦ ἀθλητοῦ· 2,10d ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, φησίν, 10e οὐχ ἥμαρτεν ˉ̓Ιὼβ οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἔναντι κυρίου. οὐκ ἔστιν εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγεν, τὰ δὲ ἀπόρρητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως· ἀλλ' οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. 2,11a ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ 11b παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας πόλεως πρὸς αὐτόν· 11c ˉ̓Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, 11d Βαλδὰδ ὁ Σαυχαίων τύραννος 11e καὶ Σωφὰρ ὁ Μιναίων βασιλεύς. 11f καὶ παρεγένοντο ὁμοθυμαδὸν πρὸς αὐτὸν 11g τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων. παραγίνονται μὲν ὡς παραμυθησόμενοι, τὸ δὲ ἐναντίον ποιοῦσιν. καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. τὰ γὰρ ἡμέτερα δεινὰ μάλιστα ἐν τοῖς ἄλλων καθορῶμεν ἀκριβέστερον ἀγαθοῖς. ἐννόησον, ὅσον ἦν ἑαυτὸν ἐν τούτοις ὁρᾶν καὶ ἐκείνους τοὺς συνήθεις καὶ γνωρίμους ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. οὐδὲν γὰρ ἕτερον 49 ἀλλ' ἢ τὴν ἑαυτοῦ πρότερον εὐπραγίαν ἐν τούτοις ἀνετυποῦτο ἑαυτὸν ἐννοῶν, ἐν τίσιν ἦν. καὶ τὸ δὴ δεινὸν τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν. εἰ γὰρ οὗτοι τοσοῦτον ἀπέχοντες ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. μάλιστα δὲ αὐτὸν ἐλύπει οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν ὡς ἀσεβῆ καὶ παράνομον ταῦτα πάσχειν τὰ κακά, ὡς ἐχθρὸν τοῦ θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης, οὐχ ὅτι φιλότιμος ὁ ἄνθρωπος ἦν οὐδὲ ὅτι πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ' ὅτι πολλοὺς ἐπὶ τούτοις σκανδαλιζομένους ἑώρα. οὕτω καὶ Μωυσῆς ὑπὲρ τῆς δόξης ἔδεισε τοῦ θεοῦ καὶ Παῦλος δὲ ὁμοίως. ἄκουε γάρ, τί φησιν ὁ Μωυσῆς· μήποτε εἴπωσιν, φησίν, ὅτι ἐξήγαγες αὐτοὺς ἐξ Αἰγύπτου ἐν πονηρίᾳ ἀπολέσαι ἐνταῦθα. τί γὰρ ἐνενόει; ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς. καὶ ὅτι ταῦτα ἔστιν, ἀναμείνωμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰσόμεθα. καὶ παρεγένοντο, φησίν, ὁμοθυμαδὸν πρὸς αὐτὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ἀλλ' οὐχὶ τοῦτο ἐποίησαν, ἀλλὰ τοὐναντίον. φιλικὴ μὲν ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις καὶ ἡ συμβουλή. 2,12a ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, 12b καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ἔκαστος 12c ῥήξαντες τὴν ἑαυτοῦ στολὴν 12d καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. 2,13a παρεκαθέζοντο αὐτῷ εἰς γῆν ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, 13b καὶ οὐδεὶς αὐτῶν ἐλά50 λησε πρὸς αὐτόν· 13c ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. ταῦτα πάντα καλὰ καὶ φίλων ἄξια καὶ συμπαθούντων τεκμήρια, ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι τοιαῦτα, ἀλλὰ πολλῷ τούτων