1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

3

διαπαντὸς, Μὴ ἐκλειπέτωσάν σε, φησί. Καὶ οὐκ εἶπε, Μὴ αὐτὸς ἐγκαταλείπῃς, ἀλλὰ, Αὗταί σε μὴ ἐγκαταλείπωσι· δεικνὺς ὅτι ἡμεῖς αὐτῶν δεόμεθα, οὐχ αὗται ἡμῶν, καὶ διδάσκων 62.181 ὅτι πάντα πράττειν ὀφείλομεν, ὥστε αὐτὰς κατέχειν παρ' ἑαυτοῖς. Ἔφαψαι δὲ αὐτὰς, φησὶν, ἐπὶ σῷ τραχήλῳ. Ὥσπερ γὰρ τὰ τῶν εὐπόρων παιδία κόσμον ἔχει χρυσοῦν περὶ τὸν τράχηλον, καὶ οὐδέποτε αὐτὸν ἀποτίθεται, ὡς τῆς εὐγενείας δεῖγμα φέροντα· οὕτω καὶ τὴν ἐλεημοσύνην ἀεὶ δεῖ ἑαυτοῖς περιτιθέναι, δεικνύντας ὅτι τοῦ οἰκτίρμονός ἐσμεν παῖδες, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἀλλ' οὐ πιστεύουσιν οἱ ἄπιστοι; Οὐκοῦν διὰ τούτων πιστεύσουσιν, ἐὰν ἡμεῖς ἐργαζώμεθα ταῦτα. Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας ἐλεοῦμεν, καὶ ἐκεῖνον ἐπιγραφόμεθα διδάσκαλον, εἴσονται ὅτι αὐτὸν μιμούμενοι τοῦτο πράττομεν. Καὶ τοῦτο οὐχ ἁπλῶς ποιεῖν δεῖ, ἀλλὰ μετὰ προσοχῆς καὶ ἀσφαλείας. Ἐλεημοσύνη γὰρ, φησὶ, καὶ πίστις ἔστω σοι ἀληθής. Καλῶς εἶπεν, ἀληθής· οὐ γὰρ ἐξ ἁρπαγῆς βούλεται, οὐδὲ ἀπὸ κλοπῆς· τοῦτο γὰρ οὐκ ἔστι πίστις, οὐκ ἔστιν ἀληθὴς ἐλεημοσύνη. Καὶ γὰρ τὸν κλέπτοντα ψεύδεσθαι ἀνάγκη, καὶ ἐπιορκεῖν δεῖ· σὺ δὲ μὴ οὕτως, ἀλλὰ μετὰ τῆς ἐλεημοσύνης πίστιν ἔχε, φησί. Περιθώμεθα τοῦτον τὸν κόσμον· μανιάκην ἐργασώμεθα τῇ ψυχῇ χρυσοῦν, τὴν ἐλεημοσύνην λέγω, ἕως ἂν ἐνθάδε ὦμεν. Ἐὰν γὰρ παρέλθῃ ἡ ἡλικία αὕτη, οὐκέτι αὐτῇ χρησόμεθα. Πῶς; Οὐκ εἰσὶν ἐκεῖ πένητες, οὐκ ἔστιν ἐκεῖ χρήματα, οὐκ ἔστιν ἐκεῖ πτωχεία· ἕως ἐσμὲν παῖδες, μὴ ἀποστερήσωμεν ἑαυτοὺς τοῦ κόσμου τούτου. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων, ἐὰν ἄνδρες γένωνται, περιαιρεῖται ταῦτα, καὶ ἐφ' ἕτερον ἄγονται κόσμον· οὕτω καὶ ἐφ' ἡμῶν· οὐκέτι ἡ διὰ χρημάτων ἐλεημοσύνη ἐκεῖ ἔσται, ἀλλ' ἑτέρα τις πολὺ μείζων. Ὥστε ταύτης ἑαυτοὺς μὴ ἀποστερήσωμεν, ποιήσωμεν καλὴν φαίνεσθαι τὴν ψυχήν. Μέγα ἐλεημοσύνη καλὸν καὶ τίμιον, δῶρόν ἐστι μέγα, μᾶλλον δὲ μέγα ἀγαθότης· ἐὰν μάθωμεν χρημάτων καταφρονεῖν, καὶ ἕτερα μαθησόμεθα. Ὅρα γὰρ ἐντεῦθεν πόσα τίκτεται ἀγαθά· ὁ διδοὺς ἐλεημοσύνην, ὡς χρὴ διδόναι, μανθάνει τῶν χρημάτων καταφρονεῖν· ὁ μαθὼν χρημάτων καταφρονεῖν, τὴν ῥίζαν ἐξέκοψε τῶν κακῶν. Ὥστε οὐκ εὖ ποιεῖ μᾶλλον, ἢ εὖ πάσχει, οὐ τῷ ὀφειλὴν καὶ ἀμοιβὴν κεῖσθαι μόνον τῇ ἐλεημοσύνῃ, ἀλλὰ καὶ τῷ τὴν ψυχὴν φιλόσοφον γίνεσθαι, καὶ ὑψηλὴν καὶ πλουσίαν. Ὁ διδοὺς ἐλεημοσύνην παιδεύεται μὴ θαυμάζειν χρήματα, μηδὲ χρυσόν· 62.182 τοῦτο δὲ παιδευθεὶς τὴν διάνοιαν, ἀρχὴν ἔλαβε μεγίστην ἀνιέναι πρὸς τὸν οὐρανὸν, καὶ μάχης καὶ ἔριδος καὶ φθόνου καὶ ἀθυμίας μυρίας ἐξέκοψε προφάσεις. Ἴστε γὰρ, ἴστε καὶ ὑμεῖς, ὅτι πάντα τὰ κακὰ διὰ τὰ χρήματα, καὶ μυρίοι πόλεμοι διὰ τὰ χρήματα. Ὁ δὲ τούτων μαθὼν καταφρονεῖν, ἐν γαλήνῃ κατέστησεν ἑαυτὸν, οὐκέτι ζημίαν δέδοικε. Τοῦτο γὰρ ἐπαίδευσεν αὐτὸν ἡ ἐλεημοσύνη· οὐκέτι ἐπιθυμεῖ τῶν τοῦ πλησίον· πῶς γὰρ, ὁ τὰ αὑτοῦ ἀποκτώμενος, καὶ διδούς; οὐκέτι βασκαίνει τῷ πλουτοῦντι· πῶς γὰρ, ὁ βουλόμενος γενέσθαι πένης; διακαθαίρει αὑτοῦ τὸ ὄμμα τῆς ψυχῆς. Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ οὐδὲ ἔστιν εἰπεῖν, ὅσων ἐπιτεύξεται ἀγαθῶν. Οὐ μενεῖ ἔξω μετὰ τῶν μωρῶν παρθένων, ἀλλὰ μετὰ τῶν φρονίμων εἰσελεύσεται, μετὰ τοῦ νυμφίου, τὰς λαμπάδας ἔχων λαμπράς· καὶ τῶν ἐν παρθενίᾳ ταλαιπωρηθεισῶν, ὁ μηδὲ γευσάμενος τῶν πόνων ἐκείνων, ἀπὸ ταύτης ἔσται βελτίων. Τοσαύτη ἡ τῆς ἐλεημοσύνης ἰσχύς· μετὰ πολλῆς εἰσάγει τῆς παῤῥησίας τοὺς αὑτῆς τροφίμους. Γνωρίμη γάρ ἐστι τοῖς ἐν τῷ οὐρανῷ πυλωροῖς, τοῖς τὰς θύρας κατέχουσι τοῦ νυμφῶνος· οὐ μόνον δὲ γνωρίμη, ἀλλὰ καὶ αἰδέσιμος· καὶ οὓς ἂν ἐπιγνῷ τετιμηκότας αὐτὴν, μετὰ πολλῆς εἰσάξει τῆς παῤῥησίας, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλὰ πάντες ὑποχωροῦσιν. Εἰ γὰρ τὸν Θεὸν εἰς τὴν γῆν κατήγαγε καὶ ἔπεισεν ἄνθρωπον γενέσθαι, πολλῷ μᾶλλον ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀναγαγεῖν δυνήσεται. Μεγάλη γὰρ αὐτῆς ἡ ἰσχύς. Εἰ οὖν ἀπὸ ἐλέους καὶ