3
τῆς δικαιο σύνης, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀλη θείᾳ, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐπὶ πᾶσιν ἀναλα βόντες τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τῶν ἀγώνων ἐφαψώμεθα, καὶ ὑπηχείτω μὲν ἡ θεία σάλπιγξ, τὴν ἡμετέραν ἀσθένειαν ὑπερείδουσα. Ἡμεῖς δὲ ἐξ αὐτῆς τῆς βαλβίδος τῶν ἀντιπάλων πυθώμεθα, τί δήποτε τῷ τῆς προνοίας ἀντιλέγουσι λόγῳ, καὶ ταῦτα ποιητὴν αὐτῶν εἶναι φάσκοντες. Πρὸς γὰρ τούτους ἡμῖν ὁ λόγος ἐπὶ τοῦ παρόντος γι νέσθω. Πόθεν ἐπὶ ταύτην ὡρμήθητε τὴν ἀσέβειαν; Τί τῶν ὁρωμένων ὑμῖν ἄκοσμον διαφαίνεται; Τί τῶν γενομένων ἄτακτον καθορᾶται; Ποῖον τῆς κτίσεως μέρος ἐνδεὲς ἁρμονίας; Ποῖον κάλλους, ἢ μεγέθους προσδεῖται; Ποῖον οὐκ εὐαρμόστως κινούμενον ταύ την ἐν ἡμῖν ἐγέννησε τὴν ἀσέβειαν; Ἐπισκέψα σθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τῶν ὁρωμένων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τὴν στάσιν, τὴν κίνη σιν, τὸν ῥυθμὸν, τὴν ἁρμονίαν, τὴν ὥραν, τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τὴν τέρψιν, τὴν ποικιλίαν, τὴν ἀλλοίωσιν, τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπάνοδον, τὴν ἐν φθαρτοῖς διαμονήν. Βλέπετε αὐτὴν τοῦ Θεοῦ τὴν πρόνοιαν, δι' ἑκάστου μορίου τῆς κτίσεως διακύπτου σαν, καὶ φαινομένην, καὶ φθεγγομένην, καὶ δι' αὐτῶν τῶν πραγμάτων μονονουχὶ βοῶσαν, καὶ τὰ ἀθύρωτα ὑμῶν ἐπιστομίζουσαν στόματα, καὶ τὰς ἀχαλινώτους ὑμῶν χαλινοῦσαν γλώττας. Βλέπετε αὐτὴν ἐν οὐρανῷ, καὶ τοῖς κατ' οὐρανὸν φωστῆρσιν, ἡλίῳ, φημὶ, καὶ σε λήνῃ, καὶ ἄστρασιν· ἐν ἀέρι, καὶ ἐν νέφεσιν, ἐν γῇ, καὶ ἐν θαλάσσῃ, καὶ τοῖς περὶ τὴν γῆν ἅπασιν· ἐν φυτοῖς καὶ βοτάναις, καὶ σπέρμασιν· ἐν ζώοις λογι κοῖς καὶ ἀλόγοις, πεζοῖς καὶ πτηνοῖς, καὶ νηκτοῖς, καὶ ἑρπετοῖς, καὶ ἀμφιβίοις, ἡμέροις τε καὶ ἀγρίοις, χειροήθεσί τε καὶ ἀτιθασσεύτοις. Σκοπήσατε παρ' 83.564 ὑμῖν αὐτοῖς, τίς ὁ συνέχων τὰς οὐρανίους ἁψίδας· πῶς ἐν τοσαύταις ἐτῶν χιλιάσιν ἀγήρως ἔμεινεν ὁ οὐ ρανὸς, οὐδεμίαν μεταβολὴν ἐκ τοῦ χρόνου δεξάμενος, καὶ ταῦτα παθητὴν ἔχων τὴν φύσιν, ὡς ὁ μακάριος διδάσκει ∆αβίδ· «Αὐτοὶ (οὐρανοὶ) φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον ται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλα γήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἀλλ' ὅμως καὶ παθητὴν ἔχων καὶ φθαρτὴν τὴν οὐσίαν, ἔμεινεν οἷός περ ἦν, τῷ τοῦ πε ποιηκότος κατεχόμενος λόγῳ. Ὁ γὰρ δημιουργήσας αὐτὸν λόγος, συνέχει καὶ κατέχει, καὶ τὸ σταθερὸν αὐτῷ καὶ ἑδραῖον μέχρις ἂν ἐθέλῃ χαρίζεται. Τούτου χάριν, τοσούτου περὶ αὐτὸν πυρὸς ὀχουμένου, ἡλίου φημὶ, καὶ σελήνης, καὶ τῶν ἄλλων φωστήρων, ἐν τοσ ούτοις ἐνιαυτῶν κύκλοις οὐ τήκεται, οὐ ξηραίνεται, οὐκ ἐμπίπραται· ταύτας γὰρ τοῦ πυρὸς ἡ φύσις τὰς ἐνεργείας ὑπὸ τοῦ πεποιηκότος ἐδέξατο. Χρυσὸν μὲν γὰρ, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ μόλι βδον, καὶ κασσίτερον, καὶ κηρὸν, καὶ πίσσαν, καὶ ὅσα τοιαῦτα, τήκει καὶ διαλύει, καὶ εἰς τὴν ῥοώδη μετα φέρει φύσιν· πηλὸν δὲ, καὶ τὰ τελματώδη τῶν ὑδά των, ξηραίνει, τὸ ὑγρὸν δαπανῶσα. Λίθους δὲ ἕψει, καὶ τὸ στερέμνιον αὐτῶν ἀφαιρεῖται, καὶ τὴν στεῤῥο τάτην φύσιν ἀποδείκνυσι κόνιν· ξύλα δὲ, καὶ χόρτον, καὶ καλάμην μάλα ῥᾳδίως ἐμπίπρησιν. Ἀλλ' οὐδὲν τούτων ὁ οὐρανὸς ὑπομένει. Οὐ τήκει γὰρ αὐτοῦ τὸ κρυσταλλῶδες τοσαύτη οὖσα τοῦ πυρὸς ἡ οὐσία, οὐδὲ λυμαίνεται τῇ λειότητι, οὐδὲ χαλαρὸν ποιεῖ τὸ σφαι ροειδὲς αὐτοῦ σχῆμα· ἀλλ' ἣν ἐξ ἀρχῆς ἔλαχε στάσιν, ταύτην εἰς τέλος διαφυλάττει. Ὁ γὰρ στήσας αὐτὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοι κεῖσθαι, τὰς ἐναντίας φύσεις εἰς φιλίαν συνήγαγε. Καὶ οὔτε τοῦ πυρὸς ἡ φύσις ὑπὸ τοῦ πλήθους σβέν νυται τῶν ὑδάτων, οὔτε τὸ κρυσταλλῶδες, ἢ ἀερῶδες, ἢ νεφελῶδες οὐράνιον σῶμα, τῇ τοῦ πυρὸς οὐσίᾳ πλείστῃ οὔσῃ τήκεται καὶ φθείρεται· ἀλλ' ἐκ γειτόνων ἀλλήλοιν οἰκοῦντες, τὰς πολεμίας