4
τὸ ποτὲ παύσασθαι ἀπὸ τοῦ τῶνδε διδάσκαλος εἶναι· τελειώσας γὰρ αὐτούς, οὐ οὐκέτι. εἰ δὲ ἀεὶ μένοι διδάσκαλος τοῦδε, οὐδεὶς τελειοῦται κατὰ τὴν διδασκαλίαν ὑπ' αὐτοῦ. τοιαῦτα οὖν τινα ἀκούοντες, οὕτω μὴ ἐπιστάνοντες ταῖς γραφαῖς-οἷον· "ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί", οὐκέτι οὕτω βασιλεύει· οὐ γὰρ καθάπαξ οὐκέτι βασιλεύει, ἀλλ' οὕτως οὐκέτι βασιλεύει. ὀνομάζεται ἐκεῖ βασιλεὺς καὶ βασιλεία· "κύριε" γάρ, "ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς". ἐὰν ἐπὶ τοῦ θεοῦ λόγου λάβωμεν τὴν λέξιν ταύτην, εὑρίσκεται αὐτὸς καὶ βασιλεὺς καὶ δύναμις· "Χριστὸς" γὰρ "θεοῦ δύναμις", καί· "δύναμις ἦν ὑψίστου"-οὗτός ἐστιν- "ἐπεσκίασεν" τὴν Μαρίαν, ἵνα κυοφορήσῃ καὶ μήτηρ γένηται τοῦ ναοῦ. ἐὰν οὖν θέλωμεν λαβεῖν τὴν δύναμιν ἐκ θεοῦ λόγου, τὸν βασιλέα τὸν ἄνθρωπον τὸν κυριακὸν ἐκδεχόμεθα. οὗτος δὲ εὐφραίνεται ἐν τῇ τοῦ θεοῦ δυνάμει. ἡ ἐπιδημία οὖν οὐ κατώρθωσεν ἐφ' οἷς χαίρειν καὶ γεγηθέναι δεῖ; ταῦτα δὲ τὰ κατορθώματα οὐ γέγονεν ἐκ τοῦ ἀνθρώπου τῇ δυνάμει, ἀλλ' ἐκ τῆς δυνάμεως τῷ ἀνθρώπῳ. αὐτίκα γοῦν καὶ τὴν ἀνά στασιν τοῦ σωτῆρος οὕτω λέγει γίνεσθαι ὁ Παῦλος φάσκων· "ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". μὴ τὴν ζωὴν λέγομεν ζῆν ἐκ δυνάμεως θεοῦ, μὴ τὴν δύναμιν ἐκ δυνάμεως θεοῦ ζῆν. "θανατωθεὶς" οὖν "σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι". θαν̣ατ̣ο̣ῦται σαρκί, οὐ θανατοῦται θεότητι. ἐκλαμβάνομεν οὖν περὶ τοῦ ἀνθρώπου ταῦτα εἰρῆσθαι ὅτι· "ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς"· εἰ γὰρ καὶ περιγέγονεν πολεμίων καὶ ὑπέταξ̣εν αυ᾿̣τοὺς καὶ "ἐξουσίαν" τοῖς ἄλλοις "δέδωκεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων", δυνάμει τοῦτο γε´̣γ̣ο̣ν̣ε̣ν̣· αὐτ̣η`̣ γὰρ ἡ δύναμις ἐνίσχυσεν τὸν ναὸν ὄντα καὶ αὐτὸν βασιλέα πρὸς τὸ "ἀρχηγὸν τῆς σωτηρίας" γενέσθαι. "τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε". ἐν πᾶσιν πρωτεύει· "ἵνα γένηται" γ̣α´̣ρ, φησίν, "αὐτὸς ἐν πᾶσιν πρωτεύων". οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ ἴσος τις αὐτοῦ ἐν τοῖς κοινοῖς. ἐ´̣λ̣ε̣γον δέ, ὅτι κοινά ἐστιν τοῦ ἀνθρώπου τοῦ κυριακοῦ καὶ τῶν ἁγίων ἀνδρῶν τὰ πράγματα. οὐδεὶς δὲ οὔτε ἴσος αὐτοῦ, οὐδὲ αὐτός τινος δεύτερός ἐστιν· διὸ καὶ ἀρχηγὸς λέγεται. "κύριε" οὖν, "ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς". καὶ περὶ τῆς ἑκάστου βασιλίδος κατὰ θεὸν ῥηθείη ἂν τοῦτο. ὁ Ἀβραὰμ ἰδιώτης ἦν, ὅσον περὶ τὸν πρόχειρον βίον, καὶ εἴρηται "βασιλεὺς παρὰ θεοῦ" εἶναι. ἄλλην 6 ἄρα βασιλείαν εἶχεν τὸ θείους νόμους καὶ πνευματικοὺς σῴζειν. καὶ ὁ οὕτω βασιλεύων κἂν μὴ ἄλλων κρατῇ, ἑαυ τοῦ βασιλεύει· πρῶτον ἑαυτοῦ, εἶτα ἄλλων. πάλιν· "χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε καὶ ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν". μὴ νομίσητε, ὠ῀̣ Κορίνθιοι- αὐθέκαστοι δὲ οὗτο̣ι ἦσαν καὶ μεγάλα περὶ ἑαυτῶν φρονοῦντες-λέγει· μὴ νομίσητε, ὅτι φθονοῦμεν ὑμῖν ἐὰν βασιλεύσητε. ἡμεῖς ὑμῶν ἕνεκα οὐ βασιλεύομεν. οὐ θέλει ὁ θεὸς χωρὶς ὑμῶν ἡμᾶς τελέσαι· διὰ τοῦτο γὰρ οὐ βασιλεύομεν ὅτι οὔπω ὑμεῖς βασιλεύετε. ἐὰν οὖν ὑμεῖς βασιλεύσητε, ἑτοίμως ἔχομεν τὸ βασιλεῦσαι. οἷον κεκλήσθωσάν τινες̣ ε̣ι᾿̣ς̣ εὐωχίαν παρὰ τοῦ βασιλέως μεγάλοι τινὲς ὄντες. ἡ φιλανθρωπία τοῦ βασιλέω̣ς̣ ἐκάλεσεν καὶ ὑποδεεστέρους τῶν παρόντων. λέγει ὅτι· "μὴ φάγωμεν χωρὶς ἐκείνων, ἵνα μη`̣ λειφ̣θῶσιν λοιπὸν ἐκεῖνοι ἐλθόντες εὐωχηθῆναι". ἔχουσιν καὶ τοὺς προλαβόντας καὶ προηγ̣ο̣υμένως εὐωχουμένους. τοῦτο καὶ ἐν ψαλμῷ ἑνὶ λέγει· "ἐμὲ ὑπομενοῦσιν δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι". οὐδεὶς τυχὼν τῶν προσδοκουμένων ὑπομένειν λέγεται, ἀλλὰ ὁ μέντοι εἰληφώς, σκοπὸν δὲ ἔχων ἀπολαῦσαι τούτων. ἕκαστος τῶν ἁγίων οὖν βασιλεύς ἐστιν. καὶ ἔλεγον ὅτι τὰ ἁρμόζοντα τῷ ἀνθρώπῳ τοῦ σωτῆρος ἁρμόζει καὶ τοῖς δικαίοις, εἰ καὶ ἀπολειπομένως καὶ ἐλαττόνως. λέγει οὖν καὶ περὶ ἑκάστου ἁγίου· "κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς". καὶ οὐκ εἶπεν "εὐφραίνεται", ἀλλὰ "εὐφρανθήσεται". ὅταν ὁ καιρός ἐστιν τῆς εὐφροσύνης, τότε εὐφρανθήσεται.