4
ἀδήλων καὶ οὐχ ὡμολογημένων τὰς θυσίας προσέφερεν. ὁ δὲ τῶν ἀδήλων καὶ τῶν κατὰ διάνοιαν τοσαύτην πρόνοιαν ποιούμενος οἷος ἦν ἐν τοῖς φανεροῖς, ἐννόησον· ὅρα δέ μοι, τὸ ἀποστολικὸν πῶς ἐπλήρου εὐθέως τὸ λέγον· οἱ πατέρες, ἐκτρέφετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. τοῦτο ἐπιμέλεια παίδων, τοῦτο προστασία γεγεννηκότων. ἐννόησον, οἵους αὐτοὺς ἀπειργάζετο. μάλιστα μὲν οὖν αὐτῶν τὴν ἀρετὴν ἐνέφηνεν εἰπὼν τὴν πολλὴν ὁμόνοιαν, ἔπειτα δὲ καὶ ἀπὸ τῆς προστασίας τοῦ πατρός. μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. οὐχ ὅτι τοιοῦτοί εἰσιν, ἀλλ' ὅτι ἄνθρωποί εἰσιν. ἆρα αὐτὸς οὐδέποτε τοιοῦτον οὐδὲν ἐνενόησεν; μέγα ἄρα πρᾶγμα τὸ καὶ τὰ ἄδηλα δεδοικέναι. 9 μήποτε, φησίν, οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. λόγῳ γὰρ οὐκ ἂν ἐτόλμησαν εἰπεῖν τοιοῦτον ἔχοντες τὸν παιδευτὴν καὶ διδάσκαλον. ἀλλ' ἐπειδὴ τῶν ἀδήλων οὐκ ἦν ἐξεταστής, ἐπενόησε καὶ ἐλογίσατο, ὡς μηδ' ἐκεῖνα αὐτὸν διαφυγεῖν. «τὰ φανερὰ δυνήσομαι», φησίν, «διορθοῦν· τί δεῖ ποιῆσαί με περὶ τῶν ἀδήλων;» καὶ μὴν τῷ Μωσεῖ φησιν ὁ θεός· τὰ φανερὰ ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν, τὰ δὲ ἄδηλα κυρίῳ τῷ θεῷ. ἀλλ' οὗτος οὐδὲ τὰ ἄδηλα ἀφῆκε τῷ θεῷ, ἀλλὰ καὶ ταῦτα αὐτὸς ἐβιάζετο διορθοῦν θεραπευτικῇ τινι μεθόδῳ· ὁμοῦ γὰρ τὸ αὐτὸ καὶ διδασκαλία τοῖς παισὶν ἐγίνετο, οὐχὶ ἁμαρτημάτων ἀναίρεσις μόνον. οἱ γὰρ εἰδότες, ὅτι καὶ τῶν κατὰ διάνοιαν λογισμῶν καὶ ἁμαρτημάτων τιμωρία κεῖται παρὰ τῷ θεῷ-οὐ γὰρ ἂν ὁ πατὴρ θυσίαν προσήνεγκεν, εἰ μὴ ἁμαρτίαν ἀναλῦσαι ἔσπευδεν-, καὶ συνεχῶς ταῦτα παιδευόμενοι διὰ τῶν θυσιῶν ὀκνηρότεροι, εἰ καί τι τοιοῦτον συνέβαινεν, ἐγένοντο ἄν. ὁρᾷς οὐχὶ τὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ καὶ τὰς ἐν τοῖς λογισμοῖς ἁμαρτίας αὐτὸν διορθοῦντα καὶ τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον διὰ τῶν ἔργων πληροῦντα; ἐκ γὰρ τῆς καρδίας, φησίν, ἐξέρχονται διαλογισμοὶ πονηροί, καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. ἐπεὶ οὖν ταῦτα κοινοῖ τὸν ἄνθρωπον, ἐκαθέριζεν αὐτούς. ὁρᾷς καθαρμὸν οὐχὶ Μωσαϊκὸν οὐδὲ νομικόν, ἀλλὰ ἀποστολικὸν τὴν διάνοιαν αὐτῶν ἀποσμήχοντα καθ' ἑκάστην ἡμέραν; οὐχὶ παραινέσει καὶ συμβουλῇ μόνον, ἀλλὰ καὶ προστασίᾳ καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεόν, οὐχ ὡς πατὴρ μόνον, ἀλλὰ καὶ ὡς ἱερεὺς αὐτῶν ἐκήδετο, καίτοι οὐδένα ἴσμεν ἱερέα τότε. 10 ἀκουέτωσαν οἱ πατέρες, ὅσοι παῖδας ἔχουσιν, ὅσην ὑπὲρ αὐτῶν ποιεῖσθαι πρόνοιαν ὀφείλουσιν. ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς,-διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν· φαγὼν καὶ πιὼν μνήσθητι κυρίου τοῦ θεοῦ σου. τουτέστιν· ἀπόκρημνος ὁ τόπος ἐστὶν ἐκεῖνος, ταχέως εἰς λήθην ἄγει. τότε οὖν μάλιστα μέμνησο, ὅτε μάλιστα ἐκβαλεῖν σου τῆς διανοίας ἐπείγεται τὸν θησαυρὸν ὁ διάβολος. οὕτως οὖν καὶ οὗτος ᾔδει τὴν τρυφὴν καὶ τὴν διάχυσιν ἐργαζομένην τι τοιοῦτον-οὕτω καὶ οἱ Ἰσραὴλ παῖδες ἔφαγον καὶ ἀνέστησαν παίζειν- , διὰ τοῦτο πεπληρωμένου τοῦ πότου τὰς θυσίας προσέφερεν. τινές φασιν, ὅτι καὶ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδέκ, αὐτοχειροτόνητοι· τοῦτο οὖν ἐστι τὸ ἀπέστελλεν. εἰ δὲ προσφέρει θυσίας, οὐχὶ κατὰ νόμον, ἐπεὶ καὶ Ἀβραὰμ προσήνεγκε καὶ Νῶε καὶ Ἄβελ. ἀλλὰ τί; ἔδει ἐπιτιμῆσαι αὐτοῖς; ἀλλ' οὐκ ᾔδει τὸ ἁμάρτημα. ἀλλὰ παραδραμεῖν; ἀλλὰ πολλάκις συνέβαινεν ἡμαρτηκέναι. ὅρα, πῶς καὶ ἐν τῇ θυσίᾳ ὁμόνοιαν αὐτοὺς ἐδίδασκεν ἕνα ὑπὲρ πάντων μόσχον προσφέρων ὡς ὑπὲρ μιᾶς ψυχῆς. ὅρα, πῶς φιλόστοργος, πῶς εὐσεβής, πῶς θεοσεβής, πῶς δίκαιος, πῶς ἀληθινός, πῶς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἄμεμπτος· οὐ γὰρ ἔχεις ἐγκαλέσαι, ὅτι ἠμέλει τῶν παίδων. δίκαιος· ὅτι παρεῖχεν ὅσην ἔδει πρόνοιαν αὐτοῖς. θεοσεβής· ὅτι διὰ τὸν θεὸν τοῦτο ἐποίει. ἄρα τί ἂν εἴποιμεν; ὅτι τοὺς παῖδας ἐφίλει; ὅτι τὸν θεὸν ἐφίλει; ἀπὸ ποίου φίλτρου τοῦτο μᾶλλον ἔπραττεν; ἐμοὶ δοκεῖ τοῦ περὶ τὸν θεὸν καὶ τότε τοῦ περὶ τοὺς παῖδας. 1,5f οὕτως ἐποίει, φησίν, πάσας τὰς ἡμέρας ˉ̓Ιώβ. ὁρᾷς τὴν εὐσέβειαν; οὐχὶ πρὸς ὡρισμένον ἡμερῶν ἀριθμόν, ἀλλὰ πάντα τὸν χρόνον. ἡμεῖς δὲ ἂν ἅπαξ ἢ δεύτερον ποιήσωμέν τι ἀγαθὸν ἢ εὐξώμεθα,