1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

4

φιλανθρωπίας ὁ Θεὸς ἄνθρωπος ἐγένετο, καὶ ἔπεισεν αὐτὸν δοῦλον γενέσθαι, πολλῷ μᾶλλον τοὺς δούλους εἰς τὴν οἰκίαν εἰσάξει τὴν αὑτοῦ. Ταύτην ἀγαπήσωμεν, ταύτην στέρξωμεν, μὴ μίαν ἡμέραν μηδὲ δευτέραν, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου, ἵνα ἡμᾶς ἐπιγνῷ· ἂν αὐτὴ ἡμᾶς ἐπιγνῷ, καὶ ὁ Κύριος ἐπιγνώσεται· ἂν αὐτὴ ἀγνοήσῃ, καὶ ὁ Κύριος ἀγνοήσει, καὶ ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μὴ γένοιτο ταύτης ἀκοῦσαι ἡμᾶς τῆς φωνῆς, ἀλλὰ τῆς μακαρίας ἐκείνης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Αʹ. Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ

εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα. Ποῖον δὴ τοῦτο; ∆οῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χρι 62.182 στοῦ, καὶ μὴ ἁπλῶς λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁμαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέσθαι· ἐπεὶ οὐδ' ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ' ἐξ ἡμισείας. Καὶ Ῥωμαίοις μὲν πάλιν ἐπιστέλλων λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κορινθίοις δὲ καὶ Τιμοθέῳ ἐπιστέλλων, ἀπόστολον ἑαυτὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτι 62.183 Τιμοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ μᾶλλον ὅτι αὐτοὺς τιμᾷ καὶ θεραπεύει μάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν μαρτυρεῖ. Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα· ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἀφ' ἑαυτῶν συνεώρων. Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ. Οὗτοι γὰρ μόνοι ἅγιοι, ἐκεῖνοι δὲ λοιπὸν βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; Οὐδαμῶς· ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσε. Τότε γὰρ τέως ἐκοινώνουν τοῖς ὀνόμασι, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο. ∆ιὰ τοῦτο γράφων καὶ Τιμοθέῳ ἔλεγε· Τὴν διακονίαν σου πληροφόρησον· ἐπισκόπῳ ὄντι. Ὅτι γὰρ ἐπίσκοπος ἦν, φησὶ πρὸς αὐτὸν, Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει· καὶ πάλιν· Ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· οὐκ ἂν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν. Καὶ πάλιν πρὸς Τίτον γράφων φησί· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· ἃ περὶ τοῦ ἐπισκόπου φησί. Καὶ εἰπὼν ταῦτα, εὐθέως ἐπήγαγε· ∆εῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη. Ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο ἐπίσκοποι καὶ διάκονοι τοῦ Χριστοῦ, καὶ οἱ ἐπίσκοποι πρεσβύτεροι· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι, καὶ συνδιακόνῳ. Λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος. Συνεπισκόποις, φησὶ, καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα ζητήσειεν ἄν τις εἰκότως· Τί δήποτε