1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

4

κρύπτουσιν ἐνεργείας, καὶ τῷ τοῦ πεποιηκότος λόγῳ πεισθέντες, τὴν δι' αἰῶνος φιλίαν ἐσπείσαντο, καὶ ταῦτα ἄψυχα ὄντα, καὶ νοῦν κυβερνήτην οὐκ ἔχοντα, ἀλλ' ὅμως μένει τὸν ἐξ ἀρχῆς ὅρον φυλάττοντα. Κυβερνᾷ γὰρ τὴν κτίσιν ὁ Ποιητὴς, καὶ οὐ κατέλιπεν ἀκυβέρνητον ὃ πεποίηκε σκάφος, ἀλλ' αὐτὸς ὢν καὶ ναυπηγὸς, καὶ τῆς ὕλης φυτουργὸς, καὶ κατὰ ταὐτὸν τήν τε ὕλην δημιουργήσας, καὶ τὸ σκάφος ὑφάνας, κατέχων δια τελεῖ τὰ πηδάλια. Καὶ μαρτυρεῖ τῶν τοσούτων ἐνιαυ τῶν ὁ κύκλος, καὶ ὁ μακρότατος χρόνος, μὴ δια φθείρας τὸ σκάφος, σῶον δὲ αὐτὸ, καὶ ἀκραιφνὲς, οὐ μόνον τοῖς πρώτοις, ἀλλὰ καὶ τοῖς ὀψιγόνοις ἐπι δεικνύς. Ἐπειδὴ τοίνυν εἶδες, ὦ φίλος, ἐν οὐρανῷ τὴν τοῦ. 83.565 Θεοῦ πρόνοιαν φαινομένην, φέρε σε ξεναγήσωμεν ἐπὶ τὰ λοιπὰ τῆς κτίσεως μέρη· καὶ καθάπερ τὰ βρέφη τὸ πρῶτον τοῦ βαδίζειν ἀρξάμενα, τῆς δεξιᾶς σου λαβόμενοι, κατὰ βραχὺ τὴν κτίσιν περι νοστῆσαι παρασκευάσωμεν. Κατάβηθι τοίνυν ἀπὸ τῶν οὐρανῶν, οἷον εἴς τινα βαθμὸν πρῶτον τὸν ἥλιον, καὶ μὴ δείσῃς τὸν ἐμπρησμὸν, ἀλλ' ἐπίβηθι καὶ πε ρισκόπησον· οὐ γὰρ ἐμπρήσει σε εὐγνωμόνως περὶ τὸν Ποιητὴν διακείμενον, ἀλλ' ὑποδείξει σοι τὸν ∆η μιουργὸν, ἐναντίως κεχρῆσθαι τῇ τῆς φύσεως ἐνερ γείᾳ κελεύοντα. Φιλεῖ μὲν γὰρ τὸ πῦρ κατὰ φύσιν τὴν ἐπὶ τὰ ἄνω φορὰν, ὥσπερ τὸ ὕδωρ τὸν ἐπὶ τὸ πρανὲς δρόμον. Καὶ οὔτε τοῦτο ἐξ ὑπωρείας εἰς ἀκρώρειαν ἀνάγειν δυνατὸν, οὔτε ἐκεῖνο πεῖσαι κάτω πέμψαι τὴν φλόγα· ἀλλὰ κἂν μυριάκις τις φιλονει κήσει, λαμπάδα κατέχων, ἢ δᾷδα, κάτω ταύτην μετ ενεγκεῖν τῇ χειρὶ, ἡ φλὸξ ἐπὶ τὰ ἄνω πάλιν χωρεῖ, καὶ κατὰ τῆς κατεχούσης ᾄττει χειρὸς, καὶ ἣν ἔλα χεν ἐξ ἀρχῆς ὁρμὴν οὐκ ἐᾷ, ἀλλ' ἐπὶ τῶν ὅρων τῆς φύσεως ἕστηκε. Τῷ δὲ Ποιητῇ πάντα ῥᾴδια. Τὸ γὰρ τῇ σῇ μὴ πειθόμενον δεξιᾷ, τοῖς τοῦ ∆ημιουργοῦ νεύμασιν εἴκει. Καὶ ἔστιν ἰδεῖν ἥλιον καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, τῷ μὲν οὐρανῷ τὰ νῶτα διδόντας, κάτω δὲ τὰς ἀκτῖνας ἀφιέντας· δοῦλα γάρ ἐστι τοῦ κεκτικότος, καὶ φύσις αὐτοῖς ὁ τοῦ ποιή σαντος ὅρος. Σοὶ μὲν γὰρ οὐ πείθεται τοῦ πυρὸς ἡ φύσις, οὐδὲ τῆς οἰκείας ἐνεργείας ἐξίσταται· ὁμόδου λος γὰρ ὑπάρχει· τοῖς δὲ τοῦ Ποιητοῦ νεύμασι πει θομένη, μεταῤῥυθμίζεται, καὶ κατωφερὴς ἡ ἀνωφερὴς γίγνεται φύσις. Οὕτω τῶν ὑδάτων τὴν φύσιν, ῥοώδη τε καὶ χαύνην οὖσαν, ἄγει καὶ φέρει μετέωρον, καὶ κάτωθεν ἀνέλκων, μέσην οὐρανοῦ καὶ γῆς ἵστησιν, ἐπ' οὐδενὸς ἐρηρεισμένην, ἀλλὰ λόγῳ μόνῳ ᾐωρημένην καὶ κρεμαμένην. Ἀλλὰ τέως περὶ τῶν νεφῶν μηδὲν ἀκοῦσαι ποθήσῃς, μηδὲ δρα μεῖν ἐθελήσῃς, οὐδέπω βαδίζειν μεμαθηκὼς, ἀλλὰ κατὰ βραχὺ τὴν κτίσιν ὁδεύων, μάθε τῆς εὐσεβείας τὸν δρόμον. Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομέ νην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδου χεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν. Ἀνίσχων μὲν γὰρ ὁ ἥλιος τὴν ἡμέραν ποιεῖ, δυόμενος δὲ καὶ οἱονεὶ κρυπτόμενος, παραχωρεῖ τῇ νυκτὶ, ἧς τὸ ζοφῶδες διὰ σελήνης καὶ ἀστέρων ὁ ∆ημιουργὸς κεράννυσι. Καὶ ἔστιν ἰδεῖν οἷόν τινας ἀδελφὰς, τὴν ἡμέραν φημὶ καὶ τὴν νύκτα, παρ' ἀλλήλων δανειζομένας εἰς χρείαν τῶν ἀνθρώπων τὸν χρόνον, καὶ πάλιν εὐγνω μόνως ἀποδιδούσας. Τοῦ μὲν γὰρ χειμῶνος λήγοντος, καὶ τοῦ ἔαρος ὑπολάμποντος, ἡνίκα πλείους τῶν ἀνθρώπων οἱ περὶ τὴν ἐργασίαν πόνοι, ὁδοιπορίαι τε καὶ ἐκδημίαι, καὶ ἀπὸ λιμένων ἀναγωγαὶ, καὶ θάλαττα ἐστορεσμένη, καὶ τῆς χειμερινῆς ἀπηλλαγ μένη τραχύτητος, καὶ ἡ γῆ τοῖς ληΐοις κομῶσα τὸν γηπόνον εἰς ἐπιμέλειαν καλεῖ, καὶ τὰ φυτὰ τὸν φυ τουργὸν εἰς τομὴν καὶ κάθαρσιν καὶ ἀρδείαν, καὶ 83.568 τὴν διὰ σκαπάνης ἐπιμέλειαν, τηνικαῦτα δανείζεται παρὰ τῆς νυκτὸς ἡ ἡμέρα, αὔξουσα τοῖς ἀνθρώποις τὸν τῆς ἐργασίας καιρόν· κατὰ βραχὺ δὲ κομίζεται, ἵνα μὴ τῷ ἀθρόῳ τοῖς χρωμένοις λυμήνηται. Πλείων γὰρ ἐξαίφνης ὁ πόνος γιγνόμενος, λωβᾶται λίαν τοῖς ἀργοῖς ἐπὶ πλεῖστον διαμείνασι σώμασι. Τούτου χάριν κατὰ βραχὺ