1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

5

ἀδελφότητι ζῶντας διαφω νῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ρπδʹ Πῶς δυνηθῇ τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆ σαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώ ζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους οἷς λαλεῖ. ρπεʹ Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. ρπʹ Ὑπὲρ ποταπῶν φίλων τιθέναι τὴν ψυχὴν ὀφεί λομεν. ρπζʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί τι ἕκαστον. ρπηʹ Πῶς ἴδωμεν τοὺς ποτὲ συνοίκους ἡμῶν, ἢ συγ γενεῖς εἰσερχομένους. ρπθʹ Ἐὰν δὲ καὶ παρακαλῶσιν ἡμᾶς θέλοντες ἀγα γεῖν εἰς τὰ ἴδια. ρʹ Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυ μοῦντας τὴν σωτηρίαν αὐτῶν. ραʹ Τίς ἐστιν ὁ πραΰς. ρβʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ κόσμου. ργʹ Ποία ἐν Χριστῷ χαρά. ρδʹ Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ρεʹ Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις. ρʹ Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ρζʹ Πῶς ποιήσει ἡ δεξιὰ ἵνα μὴ γινώσκῃ ἡ ἀριστερά. ρηʹ Τί ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορ θώσομεν. ρθʹ Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβουλεύε σθαι. ςʹ Οἱ προκάμνοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύ νανται ὠφελεῖν τοὺς ἄρτι προσερχομένους. σαʹ Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώ ριστον. 31.1069 σβʹ Εἰ δυνατὸν κατορθῶσαι ἐν παντὶ καὶ πάντοτε τὸ ἀμετεώριστον. σγʹ Τῶν κατ' ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πό τερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον ἔχοι, ὁ δὲ ἔλαττον σδʹ Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέσθαι μέτοχος. σεʹ Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι. ςʹ Τοῦ Κυρίου παραγγέλλοντος, μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα· μέχρι τίνος ἐστὶν ἡ ἐντολὴ, ἢ πῶς κατορθοῦ ται. σζʹ Τίνι λόγῳ δεῖ ἐργάζεσθαι. σηʹ Εἰ καλόν ἐστι τὸ καθόλου σιγὴν ἀσκεῖν. σθʹ Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. σιʹ Τίς ἐστιν ἡ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένη καταστολὴ κοσμία. σιαʹ Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. σιβʹ Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. σιγʹ Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγά πης. σιδʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλ λήλων. σιεʹ Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρη νοποιός. σιʹ Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παι δία. σιζʹ Πῶς δεξώμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παι δίον. σιηʹ Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ Θεοῦ ὀφείλο μεν. σιθʹ Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνη θῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχα ριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶ σαι. σκʹ Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν ἐπιτρέπειν χρή. σκαʹ Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσ ελθεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς. σκβʹ Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν, ἢ καὶ πῶς αὐτῷ εὐνοήσομεν. σκγʹ Ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νη στεῦσαι, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται τοῖς ἀν θρώποις, τί ποιήσει. σκδʹ Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργά ζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι. σκεʹ Τοῦ Κυρίου εἰπόντος· Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πῶς τούτου καταξιωθῆναι δυνη θῶμεν. σκʹ Τοῦ Ἀποστόλου λέγοντος· Λοιδορούμενοι, εὐ λογοῦμεν· βλασφημούμενοι, παρακαλοῦμεν· 31.1072 πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρα καλεῖν ὁ βλασφημούμενος. σκζʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρο νεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκοντος Θεῷ γενόμε νον, παρ' ἑαυτῷ κατέχειν. σκηʹ Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέ λημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἀφ' ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζων ται. σκθʹ Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαι σχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισὶ, καὶ ποίοις τούτοις. σλʹ Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λα τρεία. σλαʹ Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ, καὶ ἐχθραί νῃ μοι, ἢ ἐνίοτε