1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

5

δύναται οὖν καὶ περὶ τοῦ ∆αυὶδ ἰδικῶς τοῦτο λελέχθαι καὶ περὶ τῆς βασιλείας αὐτοῦ τῆς ἀνθρωπίνης καὶ αἰσθητῆς, ὅτι καλῶς διοικήσας τὴν βασιλείαν μισθὸν ἐπ' αὐτῇ λήμψεται· ἕκαστος γὰρ ὅταν ἃ πιστευθῇ, καλῶς ἀνύσῃ, μισθὸν ἐπ' αὐτοῖς ἔχει. ἐπ' ὀλίγων πιστὸς γινόμενος, "εἰς τὴν χαρὰν" τοῦ πλησίον καὶ τοῦ θεοῦ εἰσέρχε̣τ̣α̣ι. 2 κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. τὴν εὐφραινομένην τὸν βασιλέα δύναμιν σωτῆρα λέγει, καθὸ θεὸς λόγος ἐστίν. ἀρτίως ἔλεγον, ὅτι τὰς λέξεις οὕτως δεῖ λαμβάνειν ὡς ἔχει τὰ ὑποκείμενα πράγματα καὶ μὴ ἐκβιάζεσθαι τὰ πράγματα ἄγειν εἰς τὴν σημασίαν. παρ' ἡμῖν τέτριπται τὸ τῆς δυνάμεως ὄνομα. πολλὰ σημαίνει· λέγω δύναμιν τὴν ἴσην ἰσχύος. οὐχ οὕτω λέγω τὸν σωτῆρα θεοῦ δύναμιν εἶναι. λέγω δύναμιν τὴν ἐπιτηδειότητα. δόξει μέν τις, ὥστε μὴ κεῖσθαι τοῦτο τὸ σημαινόμενον ἐν τῇ γραφῇ. κεῖται δέ. "πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν". τὴν ἐπιτηδειότητα λέγει· λέγουσιν γὰρ ἴσον ἴσῳ. καὶ οὕτως ἔχει δύναμιν ὁ ἀντίδικος ὑπενεγκεῖν καὶ ἔκβασιν νίκη̣ς̣ λαβεῖν. ἴδε οὖν, κεῖται. καὶ πάλιν̣· "ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος". δύναται 7 ὁ νόμος καὶ παραβαθῆναι. οὐ κατ' ἐνέργειαν αὐτὸ ἔχει. καὶ καλῶς γε καὶ καιρίως ὁ ἀπόστολος κέχρηται τούτῳ τῷ ῥητῷ· "ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος"· βούλεται γὰρ ἡμᾶς ἐν δυνάμει τῆς ἁμαρτίας καὶ μὴ ἐν ἐνεργείᾳ εἶναι. εἰ εἴρητο δέ· "ἡ δύναμις τῆς δικαιοσύνης ὁ νόμος", οὐκ ἦμεν κατ' ἐνέργειαν δίκαιοι, ἀλλ' ἐν δυνάμει. ἐν δυνάμει δὲ ὄντες κατ' ἐνέργειαν ἦμεν ἄδικοι. τὸ εὔφημον οὖν ἔθηκεν ὁ ἀπόστολος· ἐπεὶ καὶ εἰς ἀμφότερα ἐπ' ἴσης ἔχει τὴν δύναμιν, εἴς τε τὸ φυλάττεσθαι καὶ παραβαίνεσθαι· ἀλλὰ διὰ τὸ ἐπωφελές. σημαίνει δὲ καὶ τὴν ἐπιτηδειότητα ἡ δύναμις. δηλοῖ δὲ καὶ τὸ στρατόπεδον τοῦ βασιλέως· "ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς θάλασσαν". "οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν", διὰ πολλὴν χεῖρα καὶ στρατόπεδα. ὁ σωτὴρ οὖν ἐκτὸς τούτων τῶν σημαινομένων λέγεται θεοῦ δύναμις· οἵῳ γὰρ λόγῳ ὁ πατὴρ δύναται οὐκ ἐκ δυνάμεως ἔχων τοῦτο, ἀλλ' ἐξ οὐσίας, ἡ οὐσία δὲ αὐτοῦ καθ' ἣν δύναται, δύναμις ῥηθείη, οὕτω καὶ ὁ υἱός. λέγει οὖν· "ἐσταυρώθη ἐν ἀσθενείᾳ, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". ὅσον ἧκεν εἰς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὑπέστη σταυρόν. θεὸς οὖν τοῦτον οὐκ ἠδύνατο ὑπομεῖναι, ἄνθρωπος δὲ οἷός τε ἦν τοῦτο παθεῖν. καὶ δὴ πέπονθεν, ἀλλ' ἐκ δυνάμεως θεοῦ ζῇ. ἡ δύναμις οὖν τοῦ θεοῦ ὁ Χριστός ἐστιν, καθὸ θεός ἐστιν. "ἐν τῇ δυνάμει" οὖν "εὐφραίνεται ὁ βασιλεύς". κατὰ πλείονας δὲ τρόπους ἐλέχθη ὁ βασιλεύς. εἰρήκαμεν κατ' ἱστορίαν τὸν ∆αυίδ, κατὰ ἀναγωγὴν τὸν ἄνθρωπον τὸν ἐκ τῆς Μαρίας, κατὰ μίμησιν καὶ ἀκολουθίαν αὐτοῦ καὶ τοὺς μιμητὰς αὐτοῦ βασιλέας εἶναι. καὶ παρεστήσαμεν ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς βασιλείαν ἄλλην παρὰ τὴν πρόσκαιρον. "κύριε" οὖν, "ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς". λέγεται τοῦτο ἤτοι ἀπὸ τοῦ πνευματοφόρου ἀνδρὸς ἢ ἀπ' αὐτοῦ τοῦ ἁγίου πνεύματος τ̣οῦ τυγχάνοντος ἐν αὐτῷ· ὅταν γὰρ λέγῃ τὸ ἅγιον πνεῦμα "κύριε", οὐ μόνον καὶ ἀπολελυ̣μένον ἀνθρώπου τοῦτο λέγει, ἀλλ' ὅταν πνευματοφόρον παρασκευάζῃ τινά. ἐκεῖνος οὖν ἐστιν ὁ λέγων, ὡς τό· "λέγει κύριος τῷ κυρίῳ μου". καὶ λέγει ὁ σωτήρ· "εἰ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν εἶπεν, πῶς υἱὸς αὐτοῦ ἐστιν"; εἰ υἱὸς αὐτοῦ ἐστιν, πῶς δοῦλός ἐστιν, καὶ εἰ δοῦλος, πῶς υἱός; σχέσιν οὖν τινα καὶ διάθεσιν δηλοῖ· καὶ γὰρ ὁ σωτὴρ ἐὰν λέγῃ· "κύριος ἔκτισέν με", καιρίως λέγει· μὴ γὰρ εἶπεν· "κύριος ἐγέννησέν με"· πατρὸς γάρ ἐστιν τὸ γεννᾶν, κυρίου δὲ τὸ κτίζειν. ὅταν περὶ τῆς θεότητος ἑαυτοῦ λέγῃ, οὐ λέγει "κύριον", ἀλλ'· "ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί". "ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν". διάφοροι δέ εἰσιν κύριος καὶ πατήρ. πολλάκις ὅταν περὶ ποιοῦ λέγωμεν, τὰ τοῦ ποιοῦ καὶ 8 τῇ ποιότητι προσάπτομεν, καὶ τὰ τῆς ποιότητος καὶ τῷ ποιῷ. λέγω τὴν ἐπιστήμην