5
οὐδαμοῦ τῷ κλήρῳ γράφων ἀλλαχοῦ, οὐκ ἐν Ῥώμῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖς ἠγαπημένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; Ὅτι αὐτοὶ καὶ ἀπέστειλαν, καὶ ἐκαρποφόρησαν, καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. Εὐχαριστῶ τῷ Θεῷ μου, φησὶν, ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε. Εἶπεν ἀλλαχοῦ γράφων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Εἰ τοίνυν τὸ στενάζειν, κακίας τῶν μαθητῶν, τὸ μετὰ χαρᾶς τοῦτο ποιεῖν, προκοπῆς. Τοῦτο οὖν ἐστιν, ὃ λέγει· Ὁσάκις ὑμῶν ἀναμνησθῶ, δοξάζω τὸν Θεόν. Τοῦτο δὲ ποιεῖ ἐκ τοῦ πολλὰ αὐτοῖς συνειδέναι ἀγαθά. Καὶ δοξάζω, φησὶ, καὶ δέομαι. Οὐ μὴν, ἐπειδὴ ἐπιδεδώκατε εἰς ἀρετὴν, παύομαι, ἀλλ' ἐπιμένω δεόμενος ὑπὲρ ὑμῶν. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ ἐπὶ 62.184 πάσῃ τῇ μνείᾳ ὑμῶν. Πάντοτε, ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος. Πάντοτε, οὐχ ὅταν εὔχωμαι μόνον. Καλῶς δὲ προσέθηκε τὸ, Μετὰ χαρᾶς· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι, ὡς ὅταν λέγῃ ἀλλαχοῦ· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν, φησὶν, εἰς Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦ νῦν. βʹ. Μέγα αὐτοῖς ἐνταῦθα μαρτυρεῖ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν ἀποστόλοις καὶ εὐαγγελισταῖς. Οὐκ ἐπειδὴ γὰρ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης, ἀλλὰ πάντα πράττετε, ὥστε μερισταὶ γενέσθαι τῶν ἐμῶν πόνων, πανταχοῦ παρόντες καὶ συμπράττοντες, καὶ συγκοινωνοῦντές μου τῷ κηρύγματι· οὐχ ἕνα χρόνον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, ἀλλὰ πάντοτε ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, ἀποστόλων ἀνειλήφατε προθυμίαν. Ὅρα πῶς οἱ μὲν ἐν Ῥώμῃ ὄντες ἀπεστρέφοντο αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· καὶ πάλιν, ∆ημᾶς με ἐγκατέλιπε· καὶ, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο· οὗτοι δὲ καὶ ἀπόντες ἐκοινώνουν αὐτῷ τῶν θλίψεων, πέμποντές τε ἄνδρας πρὸς αὐτὸν, καὶ κατὰ δύναμιν ὑπηρετούμενοι, καὶ οὐδὲν ὅλως ἐλλιμπάνοντες. Καὶ τοῦτο ποιεῖτε, οὐ νῦν μόνον, φησὶν, ἀλλ' ἀεὶ, παντὶ τρόπῳ συναντιλαμβανόμενοι. Ἄρα τὸ συναντιλαμβάνεσθαι κοινωνία ἐστὶ εἰς τὸ Εὐαγγέλιον. Ὅταν γὰρ ἐκεῖνος μὲν κηρύττῃ, σὺ δὲ θεραπεύῃς τὸν κηρύττοντα, κοινωνεῖς αὐτῷ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐ τοῦ ἀγωνιζομένου μόνου ἐστὶν ὁ στέφανος, ἀλλὰ καὶ τοῦ παιδοτρίβου, καὶ τοῦ θεραπεύοντος, καὶ πάντων ἁπλῶς τῶν ἀσκούντων τὸν ἀθλητήν. Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώμενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο μερισταί. Καὶ ἐν τοῖς πολέμοις δὲ οὐχ ὁ ἀριστεὺς μόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν μεταποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης μετέχοιεν, ἅτε κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ. Οὐ γὰρ μικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ μέγα· κοινωνοὺς γὰρ ἡμᾶς ποιεῖ τῶν ἐκείνοις ἀποκειμένων μισθῶν. Οἷον, ἔῤῥιψέ τις πολλὰ χρήματα διὰ τὸν Θεὸν, διαπαντὸς ἀνάκειται τῷ Θεῷ, ἀρετὴν ἀσκεῖ μεγάλην, καὶ μέχρι ῥημάτων, καὶ μέχρις ἐννοιῶν, καὶ μέχρι πάντων πολλὴν ἀκρίβειαν φυλάττων· ἔνεστι καὶ σοὶ καὶ μὴ τοσαύτην ἀκρίβειαν ἐπιδειξαμένῳ, τῶν ἐπὶ τούτοις ἀποκειμένων αὐτῷ μισθῶν κοινωνῆσαι. Πῶς; Ἂν θεραπεύσῃς αὐτὸν καὶ λόγῳ καὶ ἔργῳ, ἂν παρακαλέσῃς καὶ διὰ τοῦ χορηγεῖν τὰ ἀναγκαῖα, καὶ διὰ τοῦ διακονεῖσθαι πᾶσαν διακονίαν. Ὁ γὰρ εὐκολωτέραν ποιῶν τὴν τραχεῖαν ὁδὸν ἐκείνῳ, σὺ ἔσῃ. Ὥστε εἰ θαυμάζετε τοὺς ἐν ταῖς ἐρήμοις, τοὺς τὸν ἀγγελικὸν ἀνῃρημένους βίον, τοὺς ἐν ταῖς Ἐκκλησίαις τὰ αὐτὰ