1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

5

ἐπερχόμενα ἐγώ εἰμι. παντοκράτορα δὲ τὸν Θεὸν καὶ Κύριον τῆς κτίσεως καλεῖ, οὐ μόνον τῆς αἰσθητῆς, ἀλλὰ καὶ τῆς νοητῆς. ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν ταῖς θλί ψεσιν καὶ ἐν βασιλείᾳ ὑπομονῆ. πιστοῖς ἔγραφεν τοῖς κατὰ τὸν λόγον καὶ τὸ κήρυγμα τοῦ Χριστοῦ, πολλὰ παθοῦσι παρὰ τῶν διωκόντων τοὺς εὐσεβεῖς, διὸ ἑαυτὸν ὥσπερ τῶν θλίψεων καὶ τῆς ὑπομονῆς, οὕτω δὴ καὶ τῆς τοῦ Θεοῦ βασιλείας, εἶναι ἐνταῦθα τοῖς ὑπὲρ τοῦ λόγου προξενοῦσι θλίψεις καλεῖ κοινωνὸν ἐν Ἰησοῦ. 39 ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ. διὰ τὸν Ἰησοῦν φησιν· τοῦτο γὰρ τὸ ἐν Ἰησοῦ. καὶ διὰ τὸν λόγον αὐτοῦ καὶ τὴν μαρτυρίαν, ἣν ἐγὼ ἐμαρτύρησα τὸ Εὐαγγέλιον αὐτοῦ κηρύξας, ἐγενόμην φησίν, ἐξόριστος ἐν τῇ Πάτμῳ. τοῦτο δὲ παθεῖν αὐτὸν ὁ Εὐσέβιος ἱστορεῖ ἐν τῷ Χρονικῷ Κανόνι ἐπὶ ∆ομετιανοῦ τοῦ βασιλέως. εἶτά φησιν, διάγων ἐν τῇ εἰρημένῃ νήσῳ, ἐγενόμην ἐν Πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ. ὃ εἶπεν ἐν πνεύματι ἐγενόμην, δείκνυσιν μὴ αἰσθητὴν μηδὲ σαρκικοῖς ὦσιν ἢ ὀφθαλμοῖς ὁρωμένην ἰδεῖν ὀπτασίαν, ἀλλὰ προφητικοῖς· περὶ ὧν πνευματικῶν ἀκοῶν ἔλεγεν ὁ Ἡσαΐας· προσέθηκέν μοι πρωὶ νοεῖν, πρωὶ προσέθηκέν μοι ὠτίον ἀκούειν καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Καὶ ἤκουσα φωνῆς μεγάλης ὡς σάλπιγγος λεγούσης μοι· Ἰωάννη, ὁ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλα δέλφιαν, καὶ εἰς Λαοδίκειαν. πλείους μέν εἰσι τῆς Ἀσίας πόλεις, ἀλλ' αὐτὸς εἰς τὰς ὑπ' αὐτοῦ μαθητευθείσας καὶ ἤδη δεξαμένας τὴν Χριστοῦ πίστιν γράψαι κελεύεται. ταῖς γὰρ ἀπίστοις καὶ ἀφισταμέναις τοῦ σωτηρίου λόγου, τί ἄν τις καὶ παραινέσειεν; καὶ ἐπέστρεψα βλέπειν τὴν φώνην ἥτις ἐλάλει μετ' ἐμοῦ· καὶ ἐπιστρέψας, εἶδον ἑπτὰ λυχνίας χρυσᾶς· καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου ἐνδεδυμένον πο δήρη, καὶ περιεζωσμένον ἐν τοῖς μαστοῖς ζώνην χρυσῆν. 40 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες ὡς ἔριον λευκόν, ὥσει χίων· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένῳ, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ ἔχων ἐν τῇ δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ, ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ. αἱ μὲν ἑπτὰ λυχνίαι ὡς αὐτὸς προιὼν ἑρμηνεύει, αἱ ἑπτὰ ἐκκλησίαι εἰσὶν πρὸς ἃς γράψαι κεκέλευσται· λυχνίας δὲ αὐτὰς ὠνόμασεν, ὡς ἐν αὐταῖς φερούσας τὸν φωτισμὸν τῆς δόξης τοῦ Χριστοῦ· οὐ γὰρ εἶπεν αὐτὰς λύχνους, ἀλλὰ λυχνίας. ἡ δὲ λυχνία αὐτὴ μὲν οὐκ ἔχει τὸ φωτίζειν· φέρει δὲ ἐν ἑαυτῇ τὸ φωτίζειν δυνάμενον. φωτίζει δὲ νοητῶς ὁ Χριστὸς τὰς ἐκκλησίας αὐτοῦ. ὥσπερ γὰρ ὁ ἱερὸς ἀπόστολος παραινεῖ τοῖς τὴν πίστιν δεξαμένοις· γίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες· ὁ δέ γε φωστὴρ αὐτὸς μὲν καθ' ἑαυτὸν οὐκ ἔχει φῶς, δεκτικὸς δέ ἐστιν ἐπεισάκτου φωτός, οὕτω καὶ ἐνταῦθα λυχνίας καὶ οὐ λύχνους τὰς ἐκκλησίας εἶδεν ὁ ἐυαγγελιστής. εἴρηται μὲν γὰρ περὶ Χριστοῦ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίωνἀγγελικῶν, ἴσως δυνάμεωνκαὶ πάλιν πρὸς τὸν πατέρα· ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· καὶ αὖθις ὁ φωτισμὸς τοῦ προσώπου σου, Κύριε. οἱ δέ γε μέτοχοι τοῦ θείου φωτός, πὴ μὲν φωστῆρες, πὴ δὲ λυχνίαι ἀνεγράφησαν. χρυσὰς δέ φησιν τὰς λυχνίας διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέντων δέξασθαι τὸ θεῖον σέλας· καὶ ἐν μέσῳ φησὶν τῶν ἑπτὰ λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου· εἰ γὰρ αὐτὸς ὁ Κύριος ἐπαγγέλλεται ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ταῖς τῶν δεξαμένων αὐτὸν ψυχαῖς, πῶς οὐκ ἂν ἐν μέσῳ τῶν λυχνιῶν ἐθεωρήθη; υἱὸν δέ φησιν ἀνθρώπου, τὸν δι' ἡμᾶς ἄχρι τῆς τοῦ δούλου μορφῆς ἑαυτὸν ταπεινώσαντα Χριστόν, τὸν γενόμενον 41 καρπὸν τῆς γαστρὸς κατὰ τὸν θεσπέσιον μελῳδόν· γαστρὸς δὲ τῆς ἀπειρογάμου καὶ ἀειπαρθένου Μαρίας· ἐπειδὴ γὰρ ἄνθρωπος ἡ Μαρία καὶ ἡμῶν ἀδελφή, εἰκότως ὁ ἐξ αὐτῆς τεχθείσης ἀσπόρως, κατὰ σάρκα Θεὸς λόγος, καὶ υἱὸς ἀνθρώπου χρηματίζει.